Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἷζον δʼ εἰν ἀγορῇ τετιηότες· ἂν δʼ Ἀγαμέμνων
  2. ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος
  3. ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ·
  4. ὣς ὃ βαρὺ στενάχων ἔπεʼ Ἀργείοισι μετηύδα·
  5. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  6. Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ
  7. σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν
  8. Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
  9. νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει