Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·
  2. αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.
  3. μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν
  4. Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·
  5. τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.
  6. ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·
  7. ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·
  8. εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος
  9. καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.
  10. ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι.
  11. τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
  12. ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο.
  13. ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
  14. ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι,
  15. ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.
  16. τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·
  17. πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.
  18. αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο
  19. Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη
  20. παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων.