Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,
  2. καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
  3. Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;
  4. αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
  5. ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.
  6. σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην
  7. οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.
  8. ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ
  9. σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·
  10. ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,
  11. ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον·
  12. ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα
  13. μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι.
  14. Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,
  15. αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·
  16. ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν
  17. αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,
  18. ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.
  19. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.
  20. μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.