Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·
- πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο
- ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα
- μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.
- Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν
- Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν,
- ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο
- υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε.
- τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
- ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
- αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
- Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
- Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
- ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.
- πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.
- ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον
- πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα
- αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων
- ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.
- Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·