Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  2. πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων
  3. ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·
  4. καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
  5. ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
  6. δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
  7. ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
  8. νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·
  9. τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,
  10. ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης
  11. ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
  12. ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.
  13. τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε
  14. δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο.
  15. οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ
  16. καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,
  17. τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης
  18. φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.
  19. καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,
  20. πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,