Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.
  2. οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ
  3. ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
  4. εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην
  5. ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,
  6. τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν·
  7. ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς
  8. ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
  9. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  10. Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς
  11. παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα
  12. καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ
  13. πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους
  14. ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.
  15. τὸν δʼ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος
  16. ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,
  17. ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας
  18. εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
  19. πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν
  20. σεύωνται ταχέες τε κύνες θαλεροί τʼ αἰζηοί·
  21. ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα
  22. ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην·
  23. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
  24. τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
  25. ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,
  26. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
  27. ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη
  28. οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,
  29. ἂψ δʼ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς,
  30. ὣς αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων
  31. δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.
  32. τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·
  33. Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
  34. αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι·
  35. καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν
  36. ἢ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων.
  37. ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ
  38. φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν
  39. εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.
  40. ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι
  41. πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,
  42. μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέʼ ἀνῆγες
  43. ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων
  44. πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ,
  45. δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;
  46. οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;
  47. γνοίης χʼ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·
  48. οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης
  49. ἥ τε κόμη τό τε εἶδος ὅτʼ ἐν κονίῃσι μιγείης.
  50. ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη
  51. λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας.
  52. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
  53. Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν·
  54. αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς
  55. ὅς τʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος ὅς ῥά τε τέχνῃ
  56. νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν·
  57. ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·
  58. μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·
  59. οὔ τοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
  60. ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο·
  61. νῦν αὖτʼ εἴ μʼ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,
  62. ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
  63. αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
  64. συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·
  65. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
  66. κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
  67. οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
  68. ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων
  69. Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
  70. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα μῦθον ἀκούσας,
  71. καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας
  72. μέσσου δουρὸς ἑλών· τοὶ δʼ ἱδρύνθησαν ἅπαντες.
  73. τῷ δʼ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ
  74. ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον·
  75. αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  76. ἴσχεσθʼ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·
  77. στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.
  78. ὣς ἔφαθʼ, οἳ δʼ ἔσχοντο μάχης ἄνεῴ τʼ ἐγένοντο
  79. ἐσσυμένως· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·
  80. κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
  81. μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.
  82. ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
  83. τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,
  84. αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
  85. οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.
  86. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται
  87. κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
  88. οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.
  89. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
  90. τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·
  91. κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει
  92. θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη
  93. Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε
  94. εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς·
  95. ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται
  96. τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
  97. οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,
  98. Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον·
  99. ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ
  100. αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,
  101. μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.
  102. αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·
  103. οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω
  104. λεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται.
  105. ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε
  106. ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.
  107. καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί,
  108. τεύχεά τʼ ἐξεδύοντο· τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃ
  109. πλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα·
  110. Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε
  111. καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·
  112. αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων
  113. νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδʼ ἄρνʼ ἐκέλευεν
  114. οἰσέμεναι· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησʼ Ἀγαμέμνονι δίῳ.
  115. Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν
  116. εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,
  117. τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων
  118. Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.
  119. τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε
  120. δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους
  121. Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
  122. οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων·
  123. ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
  124. δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι
  125. Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
  126. οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα
  127. ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο·
  128. οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,
  129. ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν.
  130. αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
  131. μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·