Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,
  2. ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον·
  3. ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.
  4. Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,
  5. οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον
  6. ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,
  7. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  8. οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
  9. τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα
  10. αὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο.
  11. ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο,
  12. τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς
  13. ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας·
  14. τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων
  15. ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.
  16. ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας
  17. ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν,
  18. ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.
  19. ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
  20. κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν
  21. Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης
  22. δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
  23. τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος
  24. λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον
  25. ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων
  26. ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες
  27. φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.
  28. οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·
  29. γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ
  30. χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ
  31. εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·
  32. ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
  33. ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
  34. Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις
  35. πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·
  36. οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι
  37. πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·
  38. ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
  39. εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,
  40. ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς
  41. τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,
  42. δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·
  43. τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις·
  44. ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,
  45. ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν.
  46. ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,
  47. ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα·
  48. λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν
  49. ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.
  50. Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·
  51. πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,
  52. ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·
  53. τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,
  54. τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας.
  55. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,
  56. αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο·
  57. πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς
  58. πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
  59. ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη
  60. ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,
  61. τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,
  62. ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·
  63. ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι.
  64. Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ
  65. Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
  66. λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.
  67. Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
  68. Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη
  69. Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,
  70. οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
  71. Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
  72. οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης
  73. ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο
  74. Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς
  75. Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.
  76. οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ
  77. καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,
  78. τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ
  79. υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
  80. ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
  81. στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
  82. πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
  83. οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο
  84. καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,
  85. τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν,
  86. Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι
  87. αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
  88. Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων
  89. τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·
  90. τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος,
  91. υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.
  92. αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως
  93. ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.
  94. Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων
  95. υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.
  96. αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους
  97. τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος,
  98. Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.
  99. Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ
  100. ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,
  101. οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο
  102. ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον
  103. Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.
  104. αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον
  105. τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
  106. Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·
  107. ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,
  108. ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
  109. ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.
  110. Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
  111. τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι.
  112. Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην
  113. υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,
  114. οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.
  115. Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,
  116. οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον
  117. Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα·
  118. τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,
  119. Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,
  120. ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη
  121. νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,
  122. ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
  123. ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.
  124. Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων
  125. τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.
  1. αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι,
  2. Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣς
  3. ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·
  4. αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον
  5. κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων
  6. ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·