Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.
  2. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
  3. ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθʼ εὕδεις
  4. ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σʼ εἴασεν Ἀχιλλεύς.
  5. καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δʼ ἔδωκας·
  6. σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα
  7. παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κʼ Ἀγαμέμνων
  8. γνώῃ σʼ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.
  9. ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων, κήρυκα δʼ ἀνίστη.
  10. τοῖσιν δʼ Ἑρμείας ζεῦξʼ ἵππους ἡμιόνους τε,
  11. ῥίμφα δʼ ἄρʼ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.
  12. ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
  13. Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
  14. Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
  15. Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,
  16. οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε
  17. ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος
  18. ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,
  19. ἀλλʼ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ
  20. Πέργαμον εἰσαναβᾶσα φίλον πατέρʼ εἰσενόησεν