Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.
  2. οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δʼ ὕλη
  3. ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.
  4. ἐννῆμαρ μέν κʼ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,
  5. τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,
  6. ἑνδεκάτῃ δέ κε τύμβον ἐπʼ αὐτῷ ποιήσαιμεν,
  7. τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.
  8. τὸν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
  9. ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις·
  10. σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.
  11. ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος
  12. ἔλλαβε δεξιτερήν, μή πως δείσειʼ ἐνὶ θυμῷ.
  13. οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο
  14. κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες,
  15. αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου·
  16. τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος.
  17. ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
  18. εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·
  19. ἀλλʼ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν
  20. ὁρμαίνοντʼ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα