Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην·
  2. τὸν δʼ ἄρʼ ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·
  3. κώκυσέν τʼ ἄρʼ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·
  4. ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορʼ ἰόντες,
  5. εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι
  6. χαίρετʼ, ἐπεὶ μέγα χάρμα πόλει τʼ ἦν παντί τε δήμῳ.
  7. ὣς ἔφατʼ, οὐδέ τις αὐτόθʼ ἐνὶ πτόλεϊ λίπετʼ ἀνὴρ
  8. οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·
  9. ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.
  10. πρῶται τόν γʼ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ
  11. τιλλέσθην ἐπʼ ἄμαξαν ἐΰτροχον ἀΐξασαι
  12. ἁπτόμεναι κεφαλῆς· κλαίων δʼ ἀμφίσταθʼ ὅμιλος.
  13. καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  14. Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,
  15. εἰ μὴ ἄρʼ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα·
  16. εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα
  17. ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.
  18. ὣς ἔφαθʼ, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.
  19. οἳ δʼ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα
  20. τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δʼ εἷσαν ἀοιδοὺς