Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις.
  2. ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,
  3. οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.
  4. οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.
  5. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  6. ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων
  7. ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ
  8. γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.
  9. νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας
  10. ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω.
  11. ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.
  12. ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,
  13. σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,
  14. ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·
  15. ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα.
  16. τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι
  17. παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο,
  18. ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ
  19. φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ,
  20. ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι.