Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν·
  2. εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο
  3. τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον
  4. τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων
  5. ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·
  6. τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ
  7. ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων.
  8. οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς
  9. μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι
  10. ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο
  11. ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.
  1. ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ
  2. ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν
  3. κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ
  4. τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες.
  5. Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν
  6. Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.
  7. αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων·
  8. τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις
  9. αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με