Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,
  2. καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·
  3. ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
  4. ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν
  5. ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει
  6. λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων
  7. ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·
  8. τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·
  9. Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον
  10. οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς
  11. Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι
  12. σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο
  13. ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν
  14. κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·
  15. ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε
  16. κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.
  17. καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον
  18. οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,
  19. τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.
  20. ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τʼ ἂν ἔπειτα