Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην,
  2. ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει·
  3. ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ
  4. ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων
  5. νηπύτιʼ· ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ.
  6. ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,
  7. οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν
  8. Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις
  9. ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.
  10. ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,
  11. καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν.
  12. ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο
  13. σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε
  14. βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα.
  15. Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο
  16. δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,
  17. ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,
  18. ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.
  19. αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·
  20. αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς