Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.
  2. ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο
  3. ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ
  4. ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·
  5. εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,
  6. ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει
  7. ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·
  8. ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ
  9. οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος.
  10. ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην,
  11. ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει·
  12. ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ
  13. ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων
  14. νηπύτιʼ· ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ.
  15. ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,
  16. οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν
  17. Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις
  18. ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.
  19. ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,
  20. καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν.