Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  2. ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
  3. ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον
  4. αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,
  5. οἷον δὴ καὶ ὅδʼ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ
  6. Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε
  7. πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει.
  8. ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο
  9. γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω
  10. ἢ ἄρʼ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει
  11. γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.
  12. ὣς ὅρμαινε μένων· ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς
  13. γούνων ἅψασθαι μεμαώς, περὶ δʼ ἤθελε θυμῷ
  14. ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.
  15. ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς
  16. οὐτάμεναι μεμαώς, ὃ δʼ ὑπέδραμε καὶ λάβε γούνων
  17. κύψας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ
  18. ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.
  19. αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,
  20. τῇ δʼ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·
  21. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  22. γουνοῦμαι σʼ Ἀχιλεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
  23. ἀντί τοί εἰμʼ ἱκέταο διοτρεφὲς αἰδοίοιο·
  24. πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν
  25. ἤματι τῷ ὅτε μʼ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,
  26. καί μʼ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε
  27. Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.
  28. νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν
  29. ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα
  30. πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε
  31. μοῖρʼ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,
  32. ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ
  33. γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος
  34. Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει
  35. Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.
  36. τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·
  37. τῆς δὲ δύω γενόμεσθα, σὺ δʼ ἄμφω δειροτομήσεις,
  38. ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας
  39. ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί·
  40. νῦν δὲ δὴ ἐνθάδʼ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω
  41. σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.
  42. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
  43. μή με κτεῖνʼ, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,
  44. ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.
  45. ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς
  46. λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσε·
  47. νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε·
  48. πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ
  49. τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν
  50. Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδʼ ἐπέρασσα·
  51. νῦν δʼ οὐκ ἔσθʼ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε
  52. Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι
  53. καὶ πάντων Τρώων, περὶ δʼ αὖ Πριάμοιό γε παίδων.
  54. ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως;
  55. κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.
  56. οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;
  57. πατρὸς δʼ εἴμʼ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·
  58. ἀλλʼ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·
  59. ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ
  60. ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται
  61. ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.
  62. ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·
  63. ἔγχος μέν ῥʼ ἀφέηκεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας
  64. ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
  65. τύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσω
  66. δῦ ξίφος ἄμφηκες· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ
  67. κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
  68. τὸν δʼ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,
  69. καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν·
  70. ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴν
  71. αἷμʼ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ
  72. ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος
  73. οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·
  74. θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει
  75. ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.
  76. φθείρεσθʼ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς
  77. ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δʼ ὄπιθεν κεραΐζων.
  78. οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης
  79. ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,
  80. ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.
  81. ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες
  82. τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,
  83. οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.
  84. ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,
  85. ὅρμηνεν δʼ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο
  86. δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
  87. τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος
  88. Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων
  89. υἱέϊ Πηλεγόνος· τὸν δʼ Ἀξιὸς εὐρυρέεθρος
  90. γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν
  91. πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.
  92. τῷ ῥʼ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δʼ ἀντίος ἐκ ποταμοῖο
  93. ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε
  94. Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,
  95. τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν.
  96. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  97. τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
  98. τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;
  99. δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.
  100. τὸν δʼ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·
  101. Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;
  102. εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσης
  103. Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν
  104. ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.
  105. αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος
  106. Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,
  107. ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δʼ ἐμέ φασι
  108. γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ.
  109. ὣς φάτʼ ἀπειλήσας, ὃ δʼ ἀνέσχετο δῖος Ἀχιλλεὺς
  110. Πηλιάδα μελίην· ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶς
  111. ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.
  112. καί ῥʼ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ
  113. ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·
  114. τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς
  115. δεξιτερῆς, σύτο δʼ αἷμα κελαινεφές· ἣ δʼ ὑπὲρ αὐτοῦ
  116. γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.
  117. δεύτερος αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωνα
  118. Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.
  119. καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην,
  120. μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος.
  121. Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  122. ἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆος
  123. οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.
  124. τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,
  125. τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ
  126. ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,
  127. ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.
  128. γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι
  129. χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν
  130. ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας
  131. τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
  132. κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος
  133. παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.
  134. φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,
  135. αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.
  136. τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι
  137. Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν.
  138. τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,
  139. κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.
  140. καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι
  141. χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,
  142. τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,
  143. οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,
  144. ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
  145. καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·
  146. ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν
  147. δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ.
  148. ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,
  149. τὸν δὲ κατʼ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
  150. κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.
  151. τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο
  152. δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·
  153. αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,
  154. οἵ ῥʼ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,
  155. ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ
  156. χέρσʼ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.
  157. ἔνθʼ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε
  158. Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδʼ Ὀφελέστην·
  159. καί νύ κʼ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,
  160. εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης
  161. ἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης·
  162. ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις
  163. ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.
  164. εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,
  165. ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·
  166. πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,
  167. οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν
  168. στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.
  169. ἀλλʼ ἄγε δὴ καὶ ἔασον· ἄγη μʼ ἔχει ὄρχαμε λαῶν.
  170. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  171. ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.
  172. Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,
  173. πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι
  174. ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.
  175. ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·
  176. καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·
  177. ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς
  178. εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε
  179. Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ
  180. δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν.
  181. ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ
  182. κρημνοῦ ἀπαΐξας· ὃ δʼ ἐπέσσυτο οἴδματι θύων,
  183. πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς
  184. πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς
  185. τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος
  186. χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,
  187. κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.
  188. δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,
  189. ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν
  190. εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν
  191. εὐφυέα μεγάλην· ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα
  192. κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα
  193. ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν
  194. εἴσω πᾶσʼ ἐριποῦσʼ· ὃ δʼ ἄρʼ ἐκ δίνης ἀνορούσας
  195. ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι
  196. δείσας· οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτῷ
  197. ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο
  198. δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
  199. Πηλεΐδης δʼ ἀπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή,
  200. αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος,
  201. ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·
  202. τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς
  203. σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς
  204. φεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.
  205. ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου
  206. ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ
  207. χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·
  208. τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι
  209. ὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει
  210. χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·
  211. ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο
  212. καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.
  213. ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς
  214. στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες
  215. ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
  216. τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο
  217. πλάζʼ ὤμους καθύπερθεν· ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα
  218. θυμῷ ἀνιάζων· ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμνα
  219. λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖιν.
  220. Πηλεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
  221. Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη
  222. ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.
  223. ἄλλος δʼ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,
  224. ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·
  225. ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων
  226. λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.
  227. ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος·
  228. τώ κʼ ἀγαθὸς μὲν ἔπεφνʼ, ἀγαθὸν δέ κεν ἐξενάριξε·
  229. νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι
  230. ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,
  231. ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.
  232. ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη
  233. στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην,
  234. χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι.
  235. τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
  236. Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·
  237. τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν
  238. Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·
  239. ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,
  240. ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·
  241. αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι·
  242. μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο
  243. πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι
  244. Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας
  245. ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.
  246. τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην·
  247. αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,
  248. ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο,
  249. πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν
  250. πλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα
  251. πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν
  252. εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη.
  253. οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον
  254. χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο
  255. ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας·
  256. φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ
  257. σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος
  258. ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.
  259. ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα
  260. ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους,
  261. ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε
  262. φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα
  263. ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι.
  264. φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος
  265. οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης
  266. κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν
  267. εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας
  268. μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ
  269. ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.
  270. αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ
  271. ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.
  272. ἦ, καὶ ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων
  273. μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.
  274. πορφύρεον δʼ ἄρα κῦμα διιπετέος ποταμοῖο
  275. ἵστατʼ ἀειρόμενον, κατὰ δʼ ᾕρεε Πηλεΐωνα·
  276. Ἥρη δὲ μέγʼ ἄϋσε περιδείσασʼ Ἀχιλῆϊ
  277. μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,
  278. αὐτίκα δʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
  279. ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ
  280. Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·
  281. ἀλλʼ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.
  282. αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο
  283. εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,
  284. ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι
  285. φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρʼ ὄχθας
  286. δένδρεα καῖʼ, ἐν δʼ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν
  287. μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ·
  288. μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλʼ ὁπότʼ ἂν δὴ
  289. φθέγξομʼ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.
  290. ὣς ἔφαθʼ, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.
  291. πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς
  292. πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς·
  293. πᾶν δʼ ἐξηράνθη πεδίον, σχέτο δʼ ἀγλαὸν ὕδωρ.
  294. ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης νεοαρδέʼ ἀλωὴν
  295. αἶψʼ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ·
  296. ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δʼ ἄρα νεκροὺς
  297. κῆεν· ὃ δʼ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.
  298. καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,
  299. καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,
  300. τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·
  301. τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,
  302. οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα
  303. πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.
  304. καίετο δʼ ἲς ποταμοῖο ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  305. Ἥφαιστʼ, οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν,
  306. οὐδʼ ἂν ἐγὼ σοί γʼ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.
  307. λῆγʼ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς
  308. ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;
  309. φῆ πυρὶ καιόμενος, ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα.
  310. ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ
  311. κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο
  312. πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,
  313. ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ·
  314. οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο· τεῖρε δʼ ἀϋτμὴ
  315. Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γʼ Ἥρην
  316. πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  317. Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν
  318. ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι
  319. ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.
  320. ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,
  321. παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι,
  322. μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
  323. μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
  324. καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.
  325. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε θεὰ λευκώλενος Ἥρη,
  326. αὐτίκʼ ἄρʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
  327. Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν
  328. ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.
  329. ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,
  330. ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.
  331. αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα
  332. παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ·
  333. ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα
  334. ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·
  335. σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών,
  336. ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς
  337. ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ
  338. γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.
  339. ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης
  340. ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε
  341. χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·
  342. τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις
  343. θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;
  344. ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκας
  345. οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα
  346. ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;
  347. τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.
  348. ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν
  349. σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·
  350. τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.
  351. ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ
  352. κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,
  353. τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·
  354. τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα.
  355. ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,
  356. τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,
  357. καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·
  358. νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων
  359. εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.
  360. οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,
  361. ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺς
  362. κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.
  363. ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ·
  364. τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη
  365. πυκνὰ μάλα στενάχοντα· μόγις δʼ ἐσαγείρετο θυμόν.
  366. τὴν δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,
  367. αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
  368. ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη
  369. καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα
  370. δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.
  371. ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,
  372. καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ
  373. ἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
  374. τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,
  375. ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε·
  376. τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ
  377. εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,
  378. ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη
  379. ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·
  380. τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο
  381. Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.
  382. ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.
  383. αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·
  384. Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν
  385. ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶ
  386. ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.
  387. ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε
  388. καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
  389. νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ
  390. μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ
  391. μοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντι
  392. πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν
  393. μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν.
  394. ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα
  395. εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη·
  396. Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες
  397. Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.
  398. ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι
  399. ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα
  400. Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε.
  401. σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε
  402. δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·
  403. στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.
  404. νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ
  405. μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.
  406. τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων
  407. πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται
  408. πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι
  409. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
  410. ἐννοσίγαιʼ οὐκ ἄν με σαόφρονα μυθήσαιο
  411. ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω
  412. δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε
  413. ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,
  414. ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα
  415. παυώμεσθα μάχης· οἳ δʼ αὐτοὶ δηριαάσθων.
  416. ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥα
  417. πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.
  418. τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν
  419. Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·
  420. φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην
  421. πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·
  422. νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;
  423. μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω
  424. εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,
  425. ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.
  426. ὣς φάτο, τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,
  427. ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις
  428. νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·
  429. πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖο
  430. στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι
  431. τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ
  432. Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα.
  433. ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν
  434. ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.
  435. εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς
  436. ὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις.
  437. ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε
  438. σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα,
  439. αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα
  440. ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί.
  441. δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,
  442. ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην
  443. χηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·
  444. ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα.
  445. Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·
  446. Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ
  447. πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο·
  448. ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν
  449. εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.
  450. ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα
  451. πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.
  452. ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·
  453. ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,
  454. δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,
  455. ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ
  456. εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·
  457. τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων
  458. μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
  459. τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·
  460. σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,
  461. ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.
  462. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  463. αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·
  464. μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος
  465. μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.
  466. οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,
  467. οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·
  468. κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς
  469. Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους.
  470. ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται
  471. ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,
  472. πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν,
  473. ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν.
  474. ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,
  475. ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπʼ αὐτοῦ
  476. Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ
  477. γίγνεθʼ· ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε
  478. ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·
  479. πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶ
  480. ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς
  481. ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγιʼ ἔσεσθαι.
  482. αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,
  483. αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·
  484. δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.
  485. ὣς ἔφαθʼ, οἳ δʼ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·
  486. αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων
  487. ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.
  488. οἳ δʼ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο
  489. δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο
  490. φεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ
  491. αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.
  492. ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,
  493. εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε
  494. φῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.
  495. ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς
  496. ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι
  497. φηγῷ κεκλιμένος· κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ.
  498. αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον
  499. ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·
  500. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  501. ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος
  502. φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,
  503. αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.
  504. εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω
  505. Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃ
  506. φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαι
  507. Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·
  508. ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο
  509. ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·
  510. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
  511. μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ
  512. καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.
  513. οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·
  514. λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων.
  515. εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·
  516. καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,
  517. ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι
  518. ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.
  519. ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ