Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο
  2. σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε
  3. βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα.
  4. Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο
  5. δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,
  6. ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,
  7. ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.
  8. αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·
  9. αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς
  10. ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν·
  11. εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο
  12. τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον
  13. τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων
  14. ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·
  15. τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ
  16. ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων.
  17. οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς
  18. μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι
  19. ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο
  20. ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.