Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα
  2. δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.
  3. ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,
  4. καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ
  5. ἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
  6. τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,
  7. ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε·
  8. τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ
  9. εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,
  10. ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη
  11. ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·
  12. τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο
  13. Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.
  14. ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.
  15. αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·
  16. Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν
  17. ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶ
  18. ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.
  19. ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε
  20. καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.