Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ
  • μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ
  • μοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντι
  • πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν
  • μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν.
  • ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα
  • εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη·
  • Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες
  • Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.
  • ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι
  • ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα
  • Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε.
  • σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε
  • δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·
  • στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.
  • νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ
  • μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.
  • τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων
  • πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται
  • πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι