Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·
  2. τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.
  3. ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ
  4. κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,
  5. τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·
  6. τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα.
  7. ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,
  8. τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,
  9. καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·
  10. νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων
  11. εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.
  12. οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,
  13. ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺς
  14. κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.
  15. ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ·
  16. τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη
  17. πυκνὰ μάλα στενάχοντα· μόγις δʼ ἐσαγείρετο θυμόν.
  18. τὴν δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,
  19. αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
  20. ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη