Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης
- δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
- τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος
- λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον
- ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων
- ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες
- φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.
- οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·
- γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ
- χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ
- εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·
- ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
- ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
- Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις
- πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·
- οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι
- πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·
- ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
- εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,
- ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς
- τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,
- δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·
- τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις·
- ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,
- ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν.
- ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,
- ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα·
- λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν
- ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.
- Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·
- πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,
- ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·
- τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,
- τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας.
- ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,
- αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο·
- πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς
- πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
- ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη
- ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,
- τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,
- ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·
- ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι.
- Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ
- Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
- λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.
- Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
- Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη
- Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,
- οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
- Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
- οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης
- ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο
- Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς
- Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.
- οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ
- καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,
- τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ
- υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
- ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
- στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
- πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
- οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο
- καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,
- τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν,
- Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι
- αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
- Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων
- τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·
- τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος,
- υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.
- αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως
- ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.
- Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων
- υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.
- αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους
- τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος,
- Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.
- Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ
- ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,
- οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο
- ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον
- Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.
- αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον
- τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
- Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·
- ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,
- ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
- ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.
- Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
- τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι.
- Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην
- υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,
- οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.
- Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,
- οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον
- Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα·
- τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,
- Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,
- ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη
- νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,
- ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
- ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.
- Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων
- τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.
- αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι,
- Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣς
- ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·
- αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον
- κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων
- ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·
- ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.
- οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ
- ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
- εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην
- ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,
- τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν·
- ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς
- ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
- Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς
- παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα
- καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ
- πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους
- ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.
- τὸν δʼ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος
- ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,
- ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας
- εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
- πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν
- σεύωνται ταχέες τε κύνες θαλεροί τʼ αἰζηοί·