Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·
  2. τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·
  3. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  4. Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,
  5. οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν,
  6. Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον
  7. Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,
  8. ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.
  9. τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε
  10. Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·
  11. τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
  12. Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε
  13. ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,
  14. οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες
  15. Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.
  16. τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,
  17. ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,
  18. τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
  19. πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.
  20. Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ,
  21. αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
  22. ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·
  23. αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας
  24. βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι
  25. υἱέες υἱωνοί τε βίης Ἡρακληείης.
  26. αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·
  27. τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν
  28. ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,
  29. καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
  30. Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας
  31. Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος
  32. Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε
  33. τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα·
  34. ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός.
  35. οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε
  36. καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,
  37. τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην
  38. Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος·
  39. τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
  40. νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,
  41. οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,
  42. οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα,
  43. Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,
  44. τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.
  45. ἀλλʼ οἵ γʼ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο·
  46. οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·
  47. κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς
  48. κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,
  49. τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας
  50. Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,
  51. κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,
  52. υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·
  53. τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν.
  54. οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα
  55. Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,
  56. ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,
  57. τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
  58. ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.
  59. τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο
  60. καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ
  61. νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.
  62. οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
  63. ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος
  64. Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο
  65. αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου
  66. ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων
  67. ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ
  68. δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·
  69. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  70. οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην
  71. Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,
  72. τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν
  73. Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν
  74. Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.
  75. οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο
  76. καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,
  77. τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς
  78. ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα
  79. ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.
  80. ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων
  81. Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν
  82. ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου·
  83. ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον
  84. Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.
  85. οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
  86. ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,
  87. τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ.
  88. οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,
  89. οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,
  90. τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε
  91. ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων·
  92. τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
  93. οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,
  94. οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,
  95. τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
  96. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  97. οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,
  98. Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν,
  99. τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης
  100. υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·
  101. τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια
  102. ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,
  103. τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·
  104. οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος
  105. υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·
  106. τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  107. Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·
  108. τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ
  109. οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο,
  110. οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο
  111. ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,
  112. οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,
  113. ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον·
  114. ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.
  115. Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,
  116. οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον
  117. ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,
  118. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  119. οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
  120. τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα
  121. αὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο.
  122. ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο,
  123. τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς
  124. ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας·
  125. τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων
  126. ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.
  127. ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας
  128. ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν,
  129. ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.
  130. ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
  131. κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν