Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα
- ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην·
- αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
- τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
- ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,
- ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
- ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη
- οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,
- ἂψ δʼ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς,
- ὣς αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων
- δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.
- τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·
- Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
- αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι·
- καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν
- ἢ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων.
- ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ
- φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν
- εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.
- ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι
- πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,
- μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέʼ ἀνῆγες
- ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων
- πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ,
- δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;
- οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;
- γνοίης χʼ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·
- οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης
- ἥ τε κόμη τό τε εἶδος ὅτʼ ἐν κονίῃσι μιγείης.
- ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη
- λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας.
- τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
- Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν·
- αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς
- ὅς τʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος ὅς ῥά τε τέχνῃ
- νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν·
- ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·
- μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·
- οὔ τοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
- ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο·
- νῦν αὖτʼ εἴ μʼ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,
- ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
- αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
- συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·
- ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
- κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
- οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
- ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων
- Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
- ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα μῦθον ἀκούσας,
- καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας
- μέσσου δουρὸς ἑλών· τοὶ δʼ ἱδρύνθησαν ἅπαντες.
- τῷ δʼ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ
- ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον·
- αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- ἴσχεσθʼ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·
- στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.
- ὣς ἔφαθʼ, οἳ δʼ ἔσχοντο μάχης ἄνεῴ τʼ ἐγένοντο
- ἐσσυμένως· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·
- κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
- μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.
- ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
- τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,
- αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
- οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.
- ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται
- κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
- οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
- τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·
- κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει
- θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη
- Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε
- εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς·
- ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται
- τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
- οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,
- Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον·
- ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ
- αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,
- μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.
- αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·
- οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω
- λεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται.
- ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε
- ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.
- καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί,
- τεύχεά τʼ ἐξεδύοντο· τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃ
- πλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα·
- Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε
- καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·
- αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων
- νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδʼ ἄρνʼ ἐκέλευεν
- οἰσέμεναι· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησʼ Ἀγαμέμνονι δίῳ.
- Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν
- εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,
- τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων
- Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.
- τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε
- δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους
- Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
- οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων·
- ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
- δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι
- Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
- οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα
- ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο·
- οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,
- ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν.
- αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
- μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·
- τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.
- ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
- ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·
- αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν
- ὁρμᾶτʼ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα
- οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο,
- Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·
- αἶψα δʼ ἔπειθʼ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.
- οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην
- Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος
- Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω
- ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,
- γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ
- ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην
- δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·
- τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ.
- οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,
- ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον·
- οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς
- τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·