Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·
  2. θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς
  3. πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
  4. Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
  5. ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
  6. Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται.
  7. ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·
  8. καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,
  9. βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν
  10. εὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος.
  11. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς
  12. Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων·
  13. τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος·
  14. εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·
  15. οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα
  16. ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
  17. νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
  18. ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.
  19. θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
  20. πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν