Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  2. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,
  3. οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων,
  4. Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
  5. αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,
  6. οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,
  7. ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις
  8. Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·
  9. Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής,
  10. ἔνθα πάρος κοιμᾶθʼ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
  11. ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.
  1. ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
  2. εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος,
  3. ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα
  4. τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
  5. ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,
  6. πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·
  7. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  8. βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·
  9. ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο