Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
  2. ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
  3. Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται
  4. ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη
  5. αἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.
  6. ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ
  7. τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον·
  8. φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ
  9. νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα·
  10. θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τε
  11. Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.
  12. ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή·
  13. ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα
  14. καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος·
  15. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  16. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·
  17. εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ
  18. σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·
  19. ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον
  20. Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·