Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων
  2. παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
  3. τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης
  4. θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·
  5. θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·
  6. βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.
  7. Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος
  8. σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν
  9. γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.
  10. ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·
  11. βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.
  12. Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα,
  13. ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,
  14. τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.
  15. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·
  16. Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων,
  17. ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰ
  18. Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.
  19. Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας
  20. ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,