Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι
  2. αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί·
  3. Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.
  4. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
  5. ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι
  6. ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.
  7. τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται
  8. Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.
  9. εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,
  10. ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης
  11. καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν
  12. Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.
  13. εἷος ὁ ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν
  14. τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.
  15. αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν
  16. ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος,
  17. ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται
  18. ἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ
  19. παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο·
  20. ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.