Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ
  2. ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει,
  3. πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·
  4. ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.
  5. Ἀτρεΐδης δʼ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος
  6. ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.
  7. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
  8. Ἕκτορʼ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·
  9. Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.
  10. ἦ σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.
  11. φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς
  12. οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν·
  13. οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν
  14. εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
  15. μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.
  16. πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθʼ ὅμιλον
  17. σχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρον
  18. κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,
  19. ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ
  20. ζωὸς ἐών· νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.