Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε
  2. σπεύσομαι εἰς Ἀχιλῆα, ἵνʼ ὀτρύνω πολεμίζειν.
  3. τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω
  4. παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
  5. τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ
  6. Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντο
  7. παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·
  8. οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας
  9. ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.
  10. ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει
  11. τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης
  12. εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,
  13. ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·
  14. ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,
  15. Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο.
  16. τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο
  17. οὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα
  18. οὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.
  19. ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας
  20. πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.