Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οἳ δʼ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο
  2. νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότʼ ἐπείγῃ
  3. ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματʼ ὀφέλλει·
  4. ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,
  5. ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο
  6. ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφʼ ἵππων,
  7. οἳ δʼ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες
  8. μακροῖσι ξυστοῖσι, τά ῥά σφʼ ἐπὶ νηυσὶν ἔκειτο
  9. ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.
  10. Πάτροκλος δʼ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε
  11. τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,
  12. τόφρʼ ὅ γʼ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο
  13. ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δʼ ἕλκεϊ λυγρῷ
  14. φάρμακʼ ἀκέσματʼ ἔπασσε μελαινάων ὀδυνάων.
  15. αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε
  16. Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
  17. ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
  18. χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
  19. Εὐρύπυλʼ οὐκ ἔτι τοι δύναμαι χατέοντί περʼ ἔμπης
  20. ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·