Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.
  2. Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν
  3. ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,
  4. Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
  5. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
  6. μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,
  7. ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ
  8. τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
  9. ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.
  10. τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν
  11. Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ
  12. ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,
  13. τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ
  14. ἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
  15. νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα.
  16. Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·
  17. Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος
  18. Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα
  19. ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·
  20. τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ