Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τοῖσι δʼ ἔπειτʼ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,
  2. Αἰτωλῶν ὄχʼ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι
  3. ἐσθλὸς δʼ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν
  4. νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·
  5. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  6. ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι,
  7. οἷον δʼ αὖτʼ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας
  8. Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου
  9. χερσὶν ὑπʼ Αἴαντος θανέειν Τελαμωνιάδαο.
  10. ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν
  11. Ἕκτορʼ, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν,
  12. ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε
  13. Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.
  14. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
  15. πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι·
  16. αὐτοὶ δʼ, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθʼ εἶναι,
  17. στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες
  18. δούρατʼ ἀνασχόμενοι· τὸν δʼ οἴω καὶ μεμαῶτα
  19. θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.
  20. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·