Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οἳ μὲν ἄρʼ ἀμφʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα
  2. Τεῦκρον Μηριόνην τε Μέγην τʼ ἀτάλαντον Ἄρηϊ
  3. ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες
  4. Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω
  5. ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.
  6. Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ
  7. μακρὰ βιβάς· πρόσθεν δὲ κίʼ αὐτοῦ Φοῖβος Ἀπόλλων
  8. εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν
  9. δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς
  10. Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν·
  11. τὴν ἄρʼ ὅ γʼ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.
  12. Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες, ὦρτο δʼ ἀϋτὴ
  13. ὀξεῖʼ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δʼ ὀϊστοὶ
  14. θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
  15. ἄλλα μὲν ἐν χροῒ πήγνυτʼ ἀρηϊθόων αἰζηῶν,
  16. πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν
  17. ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
  18. ὄφρα μὲν αἰγίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων,
  19. τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.
  20. αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων