Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πᾶσαν λειανέω, τρέψω δʼ ἥρωας Ἀχαιούς.
  2. ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.
  3. ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
  4. δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
  5. εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
  6. κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
  7. ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς
  8. ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·
  9. ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα
  10. ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
  11. οἳ δʼ ὥς τʼ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
  12. ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·
  13. τὸν μέν τʼ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη
  14. εἰρύσατʼ, οὐδʼ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·
  15. τῶν δέ θʼ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος
  16. εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας·
  17. ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
  18. νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·
  19. αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορʼ ἐποιχόμενον στίχας ἀνδρῶν
  20. τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.