Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας
- Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.
- πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,
- ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,
- ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην
- Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,
- ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.
- τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε
- δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας.
- Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,
- καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ
- χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε.
- δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε·
- Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων
- εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης
- Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν.
- καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν,
- δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην
- Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν
- Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.