Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων
  2. θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν
  3. ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη
  4. ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.
  5. τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ
  6. ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.
  7. Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην
  8. κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν
  9. ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,
  10. ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.
  11. Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν
  12. λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα
  13. Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
  14. ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη,
  15. ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.
  16. τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,
  17. λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.
  18. τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο
  19. πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν
  20. ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν.