Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν
  2. ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.
  3. ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
  4. ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ
  5. πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων
  6. αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ
  7. Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ
  8. λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
  9. ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
  10. ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες
  11. ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
  12. ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
  13. βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
  14. ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,
  15. οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας
  16. ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης
  17. δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ
  18. χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν.
  19. αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,
  20. ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς