Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,
  2. ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν
  3. χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.
  4. οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν
  5. ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν.
  6. νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα
  7. εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.
  8. ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
  9. ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,
  10. οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν
  11. αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,
  12. κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν·
  13. τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.
  14. ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι
  15. ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,
  16. οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,
  17. ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ
  18. ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.
  19. ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι
  20. μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν