Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,
  2. ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε
  3. ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·
  4. τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν
  5. ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.
  6. τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·
  7. Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;
  8. ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,
  9. ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω
  10. δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.
  11. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  12. νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι
  13. Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν
  14. τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·
  15. οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο
  16. Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.
  17. αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι
  18. κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους
  19. νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων
  20. ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.