Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἕκτορ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων
  2. ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·
  3. ἣ δὲ μάλʼ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ
  4. ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν,
  5. ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι
  6. ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.
  7. εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει
  8. Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν,
  9. ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,
  10. νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς·
  11. εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται
  12. ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,
  13. οὐκέτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαι
  14. ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν.
  15. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
  16. ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,
  17. αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
  18. Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ
  19. οὐ μενέουσʼ εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται.
  20. ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,