Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
  2. οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο,
  3. ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.
  4. ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
  5. ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ·
  6. οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες
  7. πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.
  8. οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,
  9. οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
  10. τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.
  11. καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν
  12. ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.
  13. τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,
  14. τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς
  15. υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως
  16. Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι
  17. αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
  18. τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
  19. Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
  20. Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.