Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι
  2. κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·
  3. οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
  4. ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
  5. αἰχμὰς ἐκ χειρῶν· τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρ
  6. ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·
  7. ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·
  8. ὅππῃ τʼ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν·
  9. ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρους
  10. τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι
  11. τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ
  12. χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος
  13. εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι
  14. ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν
  15. ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν
  16. ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν
  17. πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.
  18. ἔνθʼ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων
  19. ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.
  20. δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·