Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος
  2. καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
  3. κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·
  4. τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων,
  5. ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον· ὗε δʼ ἄρα Ζεὺς
  6. συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
  7. αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
  8. ἡγεῖτʼ, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπε
  9. φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,
  10. λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον,
  11. αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε
  12. τεῖχος ἀμαλδύνας· ποταμοὺς δʼ ἔτρεψε νέεσθαι
  13. κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.
  14. ὣς ἄρʼ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων
  15. θησέμεναι· τότε δʼ ἀμφὶ μάχη ἐνοπή τε δεδήει
  16. τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων
  17. βαλλόμενʼ· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες
  18. νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο
  19. Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·
  20. αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ·