Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε
  2. διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ
  3. σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς
  4. ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο
  5. αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν.
  6. τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,
  7. καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
  8. ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
  9. ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης
  10. ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.
  11. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως,
  12. ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί,
  13. ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες;
  14. τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·
  15. οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν
  16. ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.
  17. οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
  18. ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε
  19. χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν.
  20. ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,