Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.
  2. ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν
  3. ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.
  4. τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις
  5. παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
  6. εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει
  7. καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
  8. ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω
  9. Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·
  10. καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,
  11. αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο
  12. Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν
  13. τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
  14. ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
  15. ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
  16. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
  17. βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα.
  18. ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο
  19. ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε
  20. ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,