Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν
  2. νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε
  3. ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,
  4. ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.
  5. ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων
  6. τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα
  7. χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος
  8. κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.
  9. τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
  10. πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλʼ ἥρως;
  11. ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω
  12. ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν·
  13. ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο.
  14. ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
  15. ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.
  16. ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ
  17. ὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν
  18. νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
  19. χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας
  20. ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα.