Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν.
- ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·
- αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.
- ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
- μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε·
- τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,
- μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
- θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ
- χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·
- ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα
- ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,
- πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι
- κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·
- ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
- ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,
- μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·
- αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
- οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·
- ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν
- ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.