Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ὅτι Ἀντιφάνης που ὁ χαρίεις τὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα οὕτω καταλέγει·

ἐξ Ἤλιδος μάγειρος, ἐξ Ἄργους λέβης, Φλιάσιος οἶνος, ἐκ Κορίνθου στρώματα, ἰχθῦς Σικυῶνος, Αἰγίου δ’ αὐλητρίδες, τυρὸς Σικελικός, , --- μύρον ἐξ Ἀθηνῶν, ἐγχέλεις Βοιώτιαι.
Ἕρμιππος δ’ οὕτως·
ἕσπετε νῦν μοι, Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι, ἐξ οὗ ναυκληρεῖ Διόνυσος ἐπ᾽· οἴνοπα πόντον, ὅσσ’ ἀγάθ’ ἀνθρώποις δεῦρ’ ἤγαγε νηὶ μελαίνῃ. ἐκ μὲν Κυρήνης καυλὸν καὶ δέρμα βόειον
ἐκ δ’ Ἑλλησπόντου σκόμβρους καὶ πάντα ταρίχη· ἐκ δ’ αὖ Θετταλίας χόνδρον καὶ πλευρὰ βόεια· καὶ παρὰ Σιτάλκου ψώραν Λακεδαιμονίοισι· καὶ παρὰ Περδίκκου ψεύδη ναυσὶν πάνυ πολλαῖς. αἱ δὲ Συράκουσαι σῦς καὶ τυρὸν παρέχουσι. καὶ Κερκυραίους ὁ Ποσειδῶν ἐξολέσειε ναυσὶν ἐπὶ γλαφυραῖς, ὁτιὴ δίχα θυμὸν ἔχουσι. ταῦτα μὲν ἐντεῦθεν· ἐκ δ’ Αἰγύπτου τὰ κρεμαστὰ ἱστία καὶ βίβλους· ἀπὸ δ’ αὖ Συρίας λιβανωτόν· ἡ δὲ καλὴ Κρήτη κυπάριττον τοῖσι θεοῖσιν, ἡ Λιβύη δ’ ἐλέφαντα πολὺν παρέχει κατὰ πρᾶσιν· ἡ ʽ Ῥόδος ἀσταφίδας τε καὶ ἰσχάδας ἡδυονείρους. αὐτάρ ἀπ’ Εὐβοίας ἀπίους καὶ ἴφια μῆλα· ἀνδράποδ’ ἐκ Φρυγίας, ἀπὸ δ’ Ἀρκαδίας ἐπικούρους. αἱ Παγασαὶ δούλους καὶ στιγματίας παρέχουσι. τὰς δὲ Διὸς βαλάνους καὶ ἀμύγδαλα σιγαλόεντα Παφλαγόνες παρέχουσι· τὰ γάρ τ’ ἀναθήματα δαιτός· Φοινίκη δ’ αὖ καρπὸν φοίνικος καὶ σεμίδαλιν Καρχηδὼν δάπιδας καὶ ποικίλα προσκεφάλαια.

Πίνδαρος δ’ ἐν τῇ εἰς Ἱέρωνα Πυθικῇ ᾠδῇ

ἀπὸ Ταϋγέτοιο μὲν Λάκαιναν ἐπὶ θηρσὶ κύνα τρέχειν πυκινώτατον ἑρπετόν. Σκύριαι δ’ ἐς ἄμελξιν γάλακτος αἶγες ἐξοχώταται· ὅπλα δ’ ἀπ’ Ἄργεος, ἅρμα Θηβαῖον, ἀλλ’ ἀπὸ τῆς ἀγλαοκάρπου Σικελίας ὄχημα δαιδάλεον ματεύειν.
Κριτίας δὲ οὕτως·
κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον, ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα. εἶτα δ’ ὄχος Σικελὸς κάλλει δαπάνῃ τε κράτιστος. Θεσσαλικὸς δὲ θρόνος, γυίων τρυφερωτάτη ἕδρα. εὐναίου δὲ λέχους κάλλος ἔχει --- Μίλητός τε Χίος τ’ ἔναλος πόλις Οἰνοπίωνος. Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ. Φοίνικες δ’ εὗρον γράμματα ἀλεξίλογα. Θήβη δ’ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη· φορτηγοὺς δ’ ἀκάτους Κᾶρες ἁλὸς ταμίαι. τὸν δὲ τροχὸν γαίας τε καμίνου τ’ ἔκγονον εὗρε, κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον, ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον.
καὶ ἐπαινεῖται ὄντως ὁ Ἀττικὸς κέραμος. Εὔβουλος δέ φησι
Κνίδια κεράμια, Σικελικὰ βατάνια, Μεγαρικὰ πιθάκνια.
Ἀντιφάνης δέ·
καὶ νᾶπυ Κύπριον καὶ σκαμωνίας ὀπὸν καὶ κάρδαμον Μιλήσιον καὶ κρόμμυον Σαμοθρᾴχκιον καὶ καυλὸν ἐκ Καρχηδόνος καὶ σίλφιον θύμον τε τῶν Ὑμηττίων ὀρίγανόν τε Τενέδιον.

ὅτι ὁ Περσῶν βασιλεὺς τὸν Χαλυβώνιον μόνον οἶνον ἔπινεν ὅν φησι Ποσειδώνιος κἀν Δαμασκῷ τῆς Συρίας γίνεσθαι, Περσῶν αὐτόθι καταφυτευσάντων τὰς ἀμπέλους. ἐν δὲ Ἴσσῃ τῇ κατὰ τὸν Ἀδρίαν νήσῳ Ἀγαθαρχίδης φησὶν οἶνον γίνεσθαι

ὃν πᾶσι συγκρινόμενον καλλίω εὑρίσκεσθαι. Χίου δὲ οἴνου καὶ Θασίου μέμνηται Ἐπίλυκος·
Χῖοςκαὶ Θάσιος ἠθημένος.
καὶ Ἀντίδοτος δέ
Θάσιον ἔγχει --- ὁ γὰρ λαβών μου καταφάγῃ τὴν καρδίαν, ὅταν πίω τοῦδ᾽, εὐθὺς ὑγιὴς γίνεται· Ἀσκληπιὸς κατέβρεξε --- οἶνος Λέσβιος, ὃν αὐτὸς ἐποίησεν ὁ Μάρων, μοι δοκῶ,
φησὶ Κλέαρχος.
Λεσβίου---πώματος οὐκ ἔστιν ἄλλος οἶνος ἡδίων πιεῖν,
φησὶν Ἄλεξις.
Θασίοις καὶ Λεσβίοις οἰναρίοις τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος καὶ νωγαλίζει.
ὁ αὐτός·
ἡδὺς γ’ ὁ Βρόμιος τὴν ἀτέλειαν Λεσβίου ποιῶν τὸν οἶνον εἰσάγουσιν ἐνθάδε ὃς ἂν εἰς ἑτέραν ληφθῇ δ’ ἀποστέλλων πόλιν κἂν κύαθον, ἱερὰν ἐγγράφων τὴν οὐσίαν.
Ἔφιππος·
φιλῶ γε πράμνιον οἶνον Λέσβιον. . . . . πολλὴ δὲ Λεσβία σταγὼν ἐκπίνεται ἄγαν.
Ἀντιφάνης·
πάρεστιν ὄψον χρηστόν, ἐπαγωγὸν πάνυ, οἶνός τε Θάσιος καὶ μύρον καὶ στέμματα, ἐν πλησμονῇ γὰρ Κύπρις, ἐν δὲ τοῖς κακῶς πράσσουσιν οὐκ ἔνεστιν Ἀφροδίτη βροτοῖς.
Εὔβουλος·
Θάσιον ἢ Χῖον λαβὼν ἢ Λέσβιον γέροντα νεκταροσταγῆ.
μέμνηται δὲ οὗτος καὶ ψιθίου οἴνου·
οἶνον γάρ με Ψίθιον γεύσας ἡδὺν ἄκρατον, διψῶντα λαβὼν ὄξει παίει πρὸς τὰ στήθη.
καὶ Ἀναξανδρίδης·
χοῦς κεκραμένος ψιθίου.

ὅτι Ἀριστοφάνους τὰς δευτέρας Θεσμοφοριαζούσας Δημήτριος ὁ Τροιζήνιος Θεσμοφοριασάσας ἐπιγράφει. ἐν ταύτῃ ὁ κωμικὸς μέμνηται Πεπαρηθίου οἴνου·

οἶνον δὲ πίνειν οὐκ ἐάσω πράμνιον, οὐ Χῖον, οὐχὶ Θάσιον, οὐ Πεπαρήθιον, οὐδ’ ἄλλον ὅστις ἐπεγερεῖ τὸν ἔμβολον.
Εὔβουλος·
ὁ Λευκάδιος πάρεστι καὶ μελίττιος οἰνίσκος οὕτω πότιμος.
Ἀρχεστράτου τοῦ δειπνολόγου·
εἶθ’ ὁπόταν πλήρωμα Διὸς σωτῆρος ἕλησθε, ἤδη χρὴ γεραόν, πολιὸν σφόδρα κρᾶτα φοροῦντα οἶνον, ὑγρὰν χαίταν λευκῷ πεπυκασμένον ἄνθει πίνειν, ἐκ Λέσβου περικύμονος ἐκγεγαῶτα. τὸν τ’ ἀπὸ Φοινίκης ἱερᾶς τὸν Βύβλινον αἰνῶ· οὐ μέντοι κείνῳ γε παρεξισῶ αὐτόν. ἐὰν γὰρ ἐξαίφνης αὐτοῦ γεύσῃ μὴ πρόσθεν ἐθισθείς, εὐώδης μέν σοι δόξει τοῦ Λεσβίου εἶναι μᾶλλον· ἔχει γὰρ τοῦτο χρόνου διὰ μῆκος ἄπλατον· πινόμενος δ’ ἥσσων πολλῷ. κεῖνος δὲ δοκήσει
οὐκ οἴνῳ σοι ἔχειν ὅμοιον γέρας, ἀμβροσίᾳ, δέ. εἰ δέ τινες σκώπτουσιν ἀλαζονοχαυνοφλύαροι, ὡς ἅδιστος ἔφυ πάντων Φοινίκιος οἶνος, οὐ προσέχω τὸν νοῦν αὐτοῖς --- ἐστὶ δὲ καὶ Θάσιος πίνειν γενναῖος, ἐὰν ᾖ πολλαῖς πρεσβεύων ἐτέων περικαλλέσιν ὥραις, οἶδα δὲ κἀξ ἄλλων πόλεων βοτρυοσταγῆ ἔρνη εἰπεῖν αἰνῆσαί τε καὶ οὔ με λέληθ’ ὀνομῆναι· ἀλλ’ οὐδὲν τἄλλ’ ἐστὶν ἁπλῶς πρὸς Λέσβιον οἶνον. ἀλλά τινες χαίρουσιν ἐπαινοῦντες τὰ παρ’ αὑτοῖς.

φοινικίνου δὲ οἴνου μέμνηται καὶ Ἔφιππος·

κάρυα, ῥόας, φοίνικας, ἕτερα νώγαλα, σταμνάριὰ τ’ οἴνου μικρὰ τοῦ φοινικίνου.
καὶ πάλιν
φοινικίνου βῖκός τις ὑπανεῴγνυτο.
μνημονεύει αὐτοῦ καὶ Ξενοφῶν Ἀναβάσει. Μενδαίου δὲ Κρατῖνος·
νῦν δ’ ἂν ἴδῃ Μενδαῖον ἡβῶντ’ ἀρτίως οἰνίσκον, ἕπεται κἀκολουθεῖ καὶ λέγει·
οἴμ’ ὡς ἁπαλὸς καὶ λευκός· ἆρ’ οἴσει τρία;
Ἕρμιππος δέ που ποιεῖ τὸν Διόνυσον πλειόνων μεμνημένον
Μενδαίῳ---μὲν καὶ ἐνουροῦσιν θεοὶ αὐτοὶ στρώμασιν ἐν μαλακοῖς. Μάγνητα δὲ μειλιχόδωρον καὶ Θάσιον, τῷ δὴ μήλων ἐπιδέδρομεν ὀδμή,
τοῦτον ἐγὼ κρίνω πολὺ πάντων εἶναι ἄριστον τῶν ἄλλων οἴνων μετ’ ἀμύμονα Χῖον ἄλυπον. ἔστι δέ τις οἶνος, τὸν δὴ σαπρίαν καλέουσι, οὗ καὶ ἀπὸ στόματος στάμνων ὑπανοιγομενάων ὄζει ἴων, ὄζει δὲ ῥόδων, ὄζει δ’ ὑακίνθου· ὀσμὴ θεσπεσία κατὰ πᾶν δ’ ἔχει ὑψερεφὲς δῶ, ἀμβροσία καὶ νέκταρ ὁμοῦ. τοῦτ’ ἐστὶ τὸ νέκταρ, τούτου χρὴ παρέχειν πίνειν ἐν δαιτὶ θαλείῃ τοῖσιν ἐμοῖσι φίλοις, τοῖς δ’ ἐχθροῖς ἐκ Πεπαρήθου.
φησὶ δὲ Φαινίας ὁ Ἐρέσιος Μενδαίους τοὺς βότρυς ἐπὶ τῇ ἀμπέλῳ ῥαίνειν τῷ ἐλατηρίῳ· διὸ γίνεσθαι τὸν οἶνον μαλακόν.

ὅτι Θεμιστοκλῆς ὑπὸ βασιλέως ἔλαβε δωρεὰν τὴν Λάμψακον εἰς οἶνον, Μαγνησίαν δ’ εἰς ἄρτον, Μυοῦντα δ’ εἰς ὄψον, Περκώτην δὲ καὶ τὴν Παλαίσκηψιν εἰς στρωμνὴν καὶ ἱματισμόν. ἐκέλευσε δὲ τούτῳ στολὴν φορεῖν βαρβαρικήν, ὡς καὶ Δημαράτῳ, δοὺς τὰ πρότερον ὑπάρχοντα καὶ εἰς στολὴν Γάμβρειον προσθεὶς ἐφ’ ᾧ τε μηκέτι Ἑλληνικὸν ἱμάτιον περιβάληται. καὶ Κῦρος δὲ ὁ μέγας Πυθάρχῳ τῷ Κυζικηνῷ φίλῳ ὄντι ἐχαρίσατο ἑπτὰ πόλεις, ὥς φησιν ὁ Βαβυλώνιος Ἀγαθοκλῆς, Πήδασον, Ὀλύμπιον, Ἀκαμάντιον, Τίον, Σκῆπτρα, Ἀρτύψον, Τορτύρην.

ὁ δ’ εἰς ὕβριν, φησί, καὶ ἄνοιαν προελθὼν τυραννεῖν ἐπεχείρησε τῆς πατρίδος στρατιὰν συναγαγών. καὶ οἱ Κυζικηνοὶ ἐξορμήσαντες ἐπ’ αὐτὸν ἐβοηδρόμουν, πρόκροσσοι φερόμενοι ἐπὶ τὸν κίνδυνον.
τιμᾶται δὲ παρὰ Λαμψακηνοῖς ὁ Πρίηπος ὁ αὐτὸς ὢν τῷ Διονύσῳ, ἐξ ἐπιθέτου καλούμενος οὕτως, ὡς Θρίαμβος καὶ Διθύραμβος.
ὅτι Μιτυληναῖοι τὸν παρ’ αὑτοῖς γλυκὺν οἶνον πρόδρομον καλοῦσι, ἄλλοι δὲ πρότροπον.

θαυμάζεται δὲ καὶ ὁ Ἰκάριος οἶνος, ὡς Ἄμφις·

ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακοί, Ἰκάριος οἶνος, ἰσχάδες Κιμώλιαι.
γίνεται δὲ ἐν Ἰκάρῳ, φησὶν Ἐπαρχίδης, ὁ πράμνιος. ἐστὶ δὲ οὗτος γένος τι οἴνου, καί ἐστιν οὗτος οὔτε γλυκὺς οὔτε παχύς, ἀλλ’ αὐστηρὸς καὶ σκληρὸς καὶ δύναμιν ἔχων διαφέρουσαν· οἵῳ Ἀριστοφάνης οὐχ ἥδεσθαι Ἀθηναίους φησί, λέγων τὸν Ἀθηναίων δῆμον οὔτε ποιηταῖς ἥδεσθαι σκληροῖς καὶ ἀστεμφέσιν οὔτε πραμνίοις οἴνοις συνάγουσι τὰς ὀφρῦς τε καὶ τὴν κοιλίαν, ἀλλ’ ἀνθοσμίᾳ καὶ πέπονι νεκταροσταγεῖ. εἶναι γὰρ ἐν Ἰκάρῳ φησὶ Σῆμος Πράμνιον πέτραν καὶ παρ’ αὐτῇ ὄρος μέγα, ἀφ’ οὗ τὸν Πράμνιον οἶνον, ὃν καὶ φαρμακίτην τινὰς καλεῖν. ἐκαλεῖτο δὲ ἡ Ἴκαρος πρότερον Ἰχθυόεσσα διὰ τὸ ἐν αὐτῇ τῶν ἰχθύων πλῆθος, ὡς καὶ Ἐχινάδες ἀπὸ τῶν ἐχίνων καὶ Σηπιὰς ἄκρα ἀπὸ τῶν περὶ αὐτὴν σηπιῶν καὶ Λαγοῦσσαι νῆσοι ἀπὸ τῶν ἐν αὐταῖς λαγωῶν καὶ ἕτεραι Φυκοῦσσαι καὶ Λοπαδοῦσσαι ἀπὸ τῶν παραπλησίων, προσαγορεύεται δέ, φησὶν Ἐπαρχίδης, ἡ ἄμπελος ἡ τὸν Ἰκάριον πράμνιον φέρουσα ὑπὸ τῶν ξένων μὲν ἱερά, ὑπὸ δὲ τῶν Οἰνοαίων Διονυσιάς. Οἰνόη δὲ πόλις ἐν τῇ νήσῳ ἐστί. Δίδυμος δὲ πράμνιόν φησιν οἶνον ἀπὸ πραμνίας ἀμπέλου οὕτω καλουμένης , οἱ δὲ ἰδίως τὸν μέλανα, ἔνιοι δὲ ἐν τῷ
καθόλου τὸν πρὸς παραμονὴν ἐπιτήδειον οἱονεὶ παραμόνιον ὄντα· οἱ δὲ τὸν πραύνοντα τὸ μένος, ἐπεὶ οἱ πιόντες προσηνεῖς.

ἐπαινεῖ Ἄμφις καὶ τὸν ἐξ Ἀκάνθου πόλεως οἶνον λέγων ποδαπὸς εἶ; φράσον,

β. Ἀκάνθιος. α. εἶτα πρὸς θεῶν οἴνου πολίτης ὢν κρατίστου στρυφνὸς εἶ καὶ τοὔνομ’ αὐτὸ τῆς πατρίδος ἐν τοῖς τρόποις ἔχεις, τὰ δ᾽· ἤθη τῶν πολιτῶν οὐκ ἔχεις;
Κορινθίου οἴνου Ἄλεξις μνημονεύει ὡς σκληροῦ·
οἶνος ξενικὸς παρῆν τὰ γὰρ Κορίνθια βασανισμός ἐστι.
καὶ Εὐβοικοῦ δέ·
πολὺν πιὼν Εὐβοικὸν οἶνον.
Ἀρχίλοχος τὸν Νάξιον τῷ νέκταρι παραβάλλει ὃς καὶ πού φησιν
ἐν δορὶ μέν μοι μᾶζα μεμαγμένη, ἐν δορὶ δ’ οἶνος Ἰσμαρικός· πίνω δ’ ἐν δορὶ κεκλιμένος.
Στράττις δὲ τὸν Σκιάθιον ἐπαινεῖ·
οἶνος κοχύζει τοῖς ὁδοιπόροις πιεῖν μέλας Σκιάθιος, ἴσον ἴσῳ κεκραμένος·
Ἀχαιὸς δὲ τὸν Βίβλινον·
ἐδεξιοῦτο Βίβλινον· μέθης ἐκπώματι.
ἐκαλεῖτο δ’ οὕτως ἀπό τινος χωρίου οὕτω προσαγορευομένου. φησὶ δὲ Φιλύλλιος ὅτι
παρέξω Λέσβιον, Χῖον σαπρόν, Θάσιον, Βίβλινον, Μενδαῖον, ὥστε μηδένα κραιπαλᾶν.
Ἐπίχαρμος δὲ ἀπό τινων ὀρῶν Βιβλίνων φησὶν αὐτὸν ὠνομάσθαι. Ἀρμενίδας δὲ τῆς Θρᾴκης φησὶν εἶναι χώραν τὴν Βιβλίαν, ἣν ᾽ Ἀντισάρην καὶ Οἰσύμην προσαγορευθῆναι. ἐπιεικῶς δὲ ἡ Θρᾴκη ἐθαυμάζετο ὡς ἡδύοινος, καὶ συνόλως τὰ ἀπὸ πλησίον αὐτῆς χωρία·
νῆες δ’ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι.
Ἵππυς δ’ ὁ Ῥηγῖνος τὴν εἰλεὸν καλουμένην ἄμπελον βιβλίαν φησὶ καλεῖσθαι, ἣν Πόλλιν τὸν Ἀργεῖον, ὃς ἐβασίλευσε Συρακουσίων, πρῶτον εἰς Συρακούσας κομίσαι ἐξ Ἰταλίας, εἴη ἂν οὖν ὁ παρὰ Σικελιώταις γλυκὺς καλούμενος Πόλλιος ὁ Βίβλινος οἶνος. χρησμός, ἐν τῷ χρησμῷ, φησίν, ὁ θεὸς ηὐτομάτισε·
πῖν’ οἶνον τρυγίαν, ἐπεὶ οὐκ ᾽ Ἀνθηδόνα ναίεις οὐδ’ ἱερὰν Ὑπέραν, ὅθι γ᾽ ἄτρυγον οἶνον ἔπινες.
ὠνομάζετο δὲ παρὰ Τροιζηνίοις, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ αὐτῶν πολιτείᾳ, ἄμπελος Ἀνθηδονιὰς καὶ Ὑπερειὰς ἀπὸ Ἀλθηφίου τινὸς καὶ Ὑπέρου, ὡς καὶ Ἀλθηφιὰς ἀπὸ Ἀλθηφίου τινός, ἑνὸς τῶν Ἀλφειοῦ ἀπογόνων. ι

Ἀλκμὰν δέ που

ἄπυρον οἶνον καὶ ἄνθεος ὄσδοντά.
φησι τὸν ἐκ Πέντε λόφων, ὅς ἐστι τόπος Σπάρτης ἀπέχων στάδια ἑπτά· καὶ τὸν ἐκ Δενθιάδων, ἐρύματός τινος, καὶ τὸν ἐξ Οἰνοῦντος καὶ τὸν ἐξ Ὀνόγλων καὶ Σταθμῶν. χωρία δὲ ταῦτα Λακωνικὰ πλησίον Πιτάνης. φησὶν οὖν
οἶνον δ’ Οἰνουντιάδαν ἢ Δένθιν ἢ Καρύστιον ἢ
Ὄνογλιν ἢ Σταθμίταν.
καὶ τὸν ἐκ Καρύστου, ὅς ἐστι πλησίον Ἀρκαδίας, ἄπυρον δὲ εἶπε τὸν οὐχ ἡψημένον ἐχρῶντο γὰρ ἑφθοῖς οἴνοις. Πολύβιος δὲ διάφορον οἶνον ἐν Καπύῃ φησὶ γίνεσθαι τὸν ἀναδενδρίτην καλούμενον, ᾧ μηδένα συγκρίνεσθαι. Ἀλκίφρων δὲ ὁ Μαιάνδριος περὶ τὴν Ἐφεσίαν φησὶν εἶναι ὀρείαν κώμην τὴν πρότερον μὲν καλουμένην Λητοῦς, νῦν δὲ Λατώρειαν ἀπὸ Λατωρείας Ἀμαζόνος· ἐν ᾗ γίνεσθαι τὸν πράμνιον οἶνον. Τιμαχίδας δὲ ὁ ʽ Ῥόδιος ὑπόχυτὸν τινα οἶνον ἐν Ῥόδῳ καλεῖ παραπλήσιον τῷ γλεύκει. καὶ γλύξις δ’ οἶνος καλεῖται ὁ τὸ ἕψημα ἔχων. Πολύζηλος δ’ αὐτίτην καλεῖ οἶνον. Πλάτων δ’ ὁ κωμικὸς καπνίαν κάλλιστος δ’ οὗτος γίνεται ἐν Βενεβέντῳ πόλει Ἰταλίας, ἀμφίας δ’ οἶνος ὁ φαῦλος καλεῖται παρὰ Σωσικράτει. ἐχρῶντο δ’ οἱ ἀρχαῖοι καὶ πόματί τινι ἐξ ἀρωμάτων κατασκευαζομένῳ, ὃ ἐκάλουν τρίμμα. Θεόφραστος δὲ ἐν τῇ περὶ φυτῶν ἱστορίᾳ φησὶν ἐν Ἡραίᾳ τῆς Ἀρκαδίας γίνεσθαι οἶνον ὃς τοὺς μὲν ἄνδρας πινόμενος ἐξίστησι, τὰς δὲ γυναῖκας τεκνούσσας ποιεῖ. περὶ δὲ Κερυνίαν τῆς Ἀχαίας ἀμπέλου τι γένος εἶναι, ἀφ’ ἧς τὸν οἶνον ἐξαμβλοῦν ποιεῖν τὰς γυναῖκας τὰς ἐγκύμονας· κἂν τῶν βοτρύων δέ, φησί, φάγωσιν, ἐξαμβλοῦσιν. ὁ δὲ Τροιζήνιος οἶνος ἀγόνους, φησί, ποιεῖ τοὺς πίνοντας, ἐν Θάσῳ δὲ λέγει ὡς αὐτοὶ ποιοῦσιν οἶνόν τινα ὑπνωτικὸν καὶ ἕτερον ἀγρυπνεῖν ποιοῦντα τοὺς πίνοντας.

περὶ δὲ τῆς τοῦ ἀνθοσμίου οἴνου σκευασίας

Φαινίας ὁ Ἐρέσιός φησι τάδε·
γλεύκει παραχεῖται παρὰ χοῦς πεντήκοντα εἷς θαλάσσης καὶ γίνεται ἀνθοσμίας.
καὶ πάλιν
ἀνθοσμίας γίνεται ἐκ νέων ἀμπέλων ἰσχυρότερος ἢ ἐκ παλαιῶν.
ἑξῆς τέ φησι·
τὰς ὀμφακώδεις συμπατήσαντες ἀπέθεντο καὶ ἀνθοσμίας ἐγένετο.
Θεόφραστος δ’ ἐν Θάσῳ φησὶ τὸν ἐν τῷ πρυτανείῳ διδόμενον θαυμαστὸν εἶναι τὴν ἡδονὴν ἠρτυμένος γάρ ἐστιν.
ἐμβάλλουσι γὰρ εἰς τὸ κεράμιον σταῖς μέλιτι φυράσαντες, ὥστε τὴν ὀσμὴν ἀπ’ αὐτοῦ, τὴν δὲ γλυκύτητα ἀπὸ τοῦ σταιτὸς λαμβάνειν τὸν οἶνον
καὶ ἑξῆς δέ φησιν
ἐάν τις κεράσῃ σκληρὸν καὶ εὔοσμον μαλακῷ καὶ ἀόσμῳ, καθάπερ τὸν Ἡρακλεώτην καὶ τὸν Ἐρυθραῖον, τοῦ μὲν τὴν μαλακότητα, τοῦ δὲ τὴν εὐοσμίαν παρεχομένου.
μυρίνης δὲ οἶνος κεῖται παρὰ Ποσειδίππῳ·
διψηρὸς ἄτοπος ὁ μυρίνης ὁ τίμιος.
καὶ Ἑρμῆς δ’ εἶδος πόσεως παρὰ Στράττιδι.
Χαιρέας δὲ ἐν Βαβυλῶνι οἶνόν φησι γίνεσθαι
τὸν καλούμενον νέκταρ.
ἦν ἄρ’ ἔπος τόδ’ ἀληθές, ὅ τ’ οὐ μόνον ὕδατος αἶσαν, ἀλλά τι καὶ χλεύης οἶνος ἔχειν ἐθέλει. οὐδὲν ἀπόβλητον Διονύσιον, οὐδὲ γίγαρτον,
ὁ Κεῖός φησι ποιητής.

τῶν οἴνων ὁ μὲν λευκός, ὁ δὲ κιρρός, ὁ δὲ μέλας. καὶ ὁ μὲν λευκὸς λεπτότατος τῇ φύσει, οὐρητικός, θερμὸς πεπτικός τε ὢν τὴν κεφαλὴν ποιεῖ διάπυρον ἀνωφερὴς γὰρ ὁ οἶνος. ὁ δὲ μέλας, ὁ μὴ γλυκάζων, τροφιμώτατος, στυπτικός· ὁ δὲ γλυκάζων

καὶ τῶν λευκῶν καὶ τῶν κιρρῶν τροφιμώτατος. λεαίνει γὰρ κατὰ τὴν πάροδον καὶ παχύνων τὰ ὑγρὰ μᾶλλον κεφαλὴν ἧττον παρενοχλεῖ, ὄντως γὰρ ἡ τοῦ γλυκέος οἴνου φύσις ἐγχρονίζει περὶ τὰ ὑποχόνδρια καὶ πτυέλου ἐστὶν ἀναγωγός, ὡς Διοκλῆς καὶ Πραξαγόρας ἱστοροῦσι. Μνησίθεος δ’ ὁ Ἀθηναῖός φησιν
ὁ μέλας οἶνός ἐστι θρεπτικώτατος, ὁ δὲ λευκὸς οὐρητικώτατος καὶ λεπτότατος, ὁ δὲ κιρρὸς ξηρὸς καὶ τῶν σιτίων πεπτικώτερος.
οἱ δ’ ἐπιμελέστερον τεθαλαττωμένοι οἶνοι ἀκραίπαλοὶ τέ εἰσι καὶ κοιλίας λύουσιν ἐπιδάκνουσὶ τε τὸν στόμαχον ἐμφυσήσεις τε ἐνεργάζονται καὶ συγκατεργάζονται τὴν τροφήν. τοιοῦτος δ’ ἐστὶν ὅ τε Μύνδιος καὶ ὁ ἀπὸ Ἁλικαρνασσοῦ. ὁ γοῦν κυνικὸς Μένιππος ἁλμοπότιν τὴν Μύνδον φησίν. ἱκανῶς δὲ καὶ ὁ Κῷος τεθαλάττωται. καὶ ὁ Ῥόδιος δὲ ἐλάττονος μὲν κεκοινώνηκε θαλάσσης, ὁ δὲ πολὺς αὐτοῦ ἀχρεῖός ἐστιν. ὁ δὲ νησιώτης εἴς τε τοὺς πότους ἐστὶν εὖ πεφυκὼς καὶ πρὸς τὴν καθημερινὴν χρῆσιν οὐκ ἀνοίκειος. ὁ δὲ Κνίδιος αἵματος γεννητικός, τρόφιμος, κοιλίαν εὔλυτον κατασκευάζων πλείων δὲ πινόμενος ἐκλύει τὸν στόμαχον. ὁ δὲ Λέσβιος στῦψιν μικροτέραν ἔχει καὶ μᾶλλον οὐρεῖται. χαριέστατος δ’ ἐστὶν ὁ Χῖος καὶ τοῦ Χίου ὁ καλούμενος Ἀριούσιος. διαφοραὶ δὲ αὐτοῦ εἰσι τρεῖς· ὁ μὲν γὰρ αὐστηρὸς ἐστιν, ὁ δὲ γλυκάζων, ὁ δὲ μέσος τούτων τῇ γεύσει αὐτόκρατος καλεῖται. ὁ μὲν οὖν αὐστηρὸς εὔστομός ἐστι καὶ τρόφιμος καὶ μᾶλλον οὐρεῖται, ὁ δὲ γλυκάζων τρόφιμος, πλήσμιος, κοιλίας μαλακτικός, ὁ δ’ αὐτόκρατος τῇ χρείᾳ μέσος ἐστί. κοινῶς δ’ ὁ Χῖος πεπτικός, τρόφιμος, αἵματος χρηστοῦ
γεννητικός, προσηνέστατος, πλήσμιος διὰ τὸ παχὺς εἶναι τῇ δυνάμει. τῶν δ’ οἴνων χαριέστατος ὁ κατὰ τὴν Ἰταλίαν Ἀλβανὸς καὶ ὁ Φαλερνίτης. ὁ δὲ τούτων πεπαλαιωμένος καὶ κεχρονικὼς φαρμακώδης ὢν καροῖ λίαν ταχέως, ὁ δὲ Ἀδριανὸς καλούμενος εὔπνους, εὐανάδοτος, ἄλυπος τὸ σύνολον, οἰνοποιητέον δὲ αὐτοὺς πρό τινος χρόνου καὶ εἰς ἀναπεπταμένον τόπον θετέον εἰς τὸ διαπνεῦσαι τὸ παχὺ τῆς δυνάμεως αὐτῶν. χαριέστατος δ’ οἶνος εἰς παλαίωσιν ὁ Κερκυραῖος. ὁ δὲ Ζακύνθιος καὶ ὁ Λευκάδιος διὰ τὸ γύψον λαβεῖν καὶ κεφαλὴν ἀδικοῦσιν. ὁ δ’ ἀπὸ Κιλικίας Ἀβάτης καλούμενος κοιλίας μόνον ἐστὶ ᾽ μαλακτικός. Κῴῳ δὲ καὶ Μυνδίῳ καὶ Ἁλικαρνασσίῳ καὶ παντὶ τῷ ἱκανῶς τεθαλαττωμένῳ συνᾴδει τὰ σκληρὰ τῶν ὑδάτων οἷον κρηναῖα καὶ ὄμβρια, ἐὰν ᾖ διυλισμένα καὶ πλείονα χρόνον καθεσταμένα. χρήσιμοι δ᾽ εἰσὶν οὗτοι Ἀθήνησι καὶ Σικυῶνι· ἐν ταύταις γὰρ σκληρὰ τὰ ὕδατα, τοῖς δ’ ἀθαλάσσοις τῶν οἴνων καὶ τοῖς παρέχουσιν ἱκανωτέραν στύψιν, ἔτι δὲ τῷ Χίῳ καὶ Λεσβίῳ τὰ ἀποιότατα τῶν ὑδάτων εὐθετεῖ .

ὦ γλῶσσα, σιγήσασα τὸν πολὺν χρόνον, πῶς δῆτα τλήσῃ πρᾶγμ’ ὑπεξελθεῖν τόδε; ἦ τῆς ἀνάγκης οὐδὲν ἐμβριθέστερον, ὑφ’ ἧς τὸ κρυφθὲν ἐκφανεῖς ἀνακτόρων,
φησὶ Σοφοκλῆς.
αὐτὸς ἐμαυτοῦ Ἰόλεώς τε καὶ Ἀλκείδης γενήσομαι.
ὅτι ὁ Μαρεώτης οἶνος ὁ Ἀλεξανδρεωτικὸς τὴν μὲν προσηγορίαν ἔχει ἀπὸ τῆς ἐν Ἀλεξανδρείᾳ λίμνης Μαρείας καὶ τῆς παρ’ αὐτὴν πόλεως ὁμωνύμου, ἣ πρότερον μὲν ἦν μεγίστη, νῦν δὲ κώμης περιείληφε μέγεθος, τὴν προσηγορίαν λαβοῦσα ἀπὸ Μάρωνος ἑνὸς τῶν μετὰ Διονύσου τὰς στρατείας πεποιημένων. πολλὴ δὲ ἡ περὶ τὴν γῆν ταύτην ἄμπελος, ἧς καὶ ἡ σταφυλὴ πάνυ βρωθῆναι εὔστομος καὶ ὁ γινόμενος οἶνος κάλλιστος· λευκός τε γὰρ καὶ ἡδύς, εὔπνους, εὐανάδοτος , λεπτός, κεφαλῆς οὐ καθικνούμενος, διουρητικός, τούτου δὲ καλλίων ὁ Ταινιωτικὸς καλούμενος, ταινία δ’ ἐστὶν ἐπιμήκης περὶ τοὺς αὐτοὺς τόπους, ἀφ᾽· ἧς οἱ γινόμενοι οἶνοί εἰσι μὲν ἠρέμα ὑπόχλωροι, ἐμφαίνοντές τι ἐν αὑτοῖς λιπαρόν, ὃ κατὰ τὴν τοῦ ὕδατος κρᾶσιν ἀναλύεται κατὰ βραχύ, ὡς καὶ τὸ μέλι τὸ Ἀττικὸν ἀνακιρνάμενον. οὗτος ὁ Ταινιωτικὸς πρὸς τῷ ἡδὺς εἶναι ἔχει τι καὶ ἀρωματῶδες ἠρέμα ἐπιστῦφον. ἡ δὲ περὶ τὸν Νεῖλον ἄμπελος πλείστη μὲν αὐτή, ὅσος καὶ ὁ ποταμός, καὶ πολλαὶ τῶν οἴνων αἱ ἰδιότητες κατά τε τὰ χρώματα καὶ τὴν προσφοράν. τούτους δ’ ὑπερβάλλει ὁ κατὰ Ἄντυλλαν πόλιν οὐ μακρὰν οὖσαν Ἀλεξανδρείας, ἧς τοὺς φόρους οἱ τότε βασιλεῖς Αἰγύπτιοί τε καὶ Πέρσαι ταῖς γαμεταῖς ἐδίδοσαν εἰς ζώνας. ὁ δὲ κατὰ τὴν Θηβαίδα καὶ μάλιστα ὁ κατὰ τὴν Κόπτον πόλιν οὕτως ἐστὶ λεπτὸς καὶ εὐανάδοτος καὶ ταχέως πεπτικὸς ὡς καὶ τοῖς πυρεταίνουσι διδόμενος μὴ βλάπτειν.
σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι. ἦν δὲ τραγικὸς ποιητὴς ὁ Ἀστυδάμας.

ὅτι ὁ Θεόπομπος ὁ Χῖος τὴν ἄμπελον ἱστορεῖ εὑρεθῆναι ἐν Ὀλυμπίᾳ παρὰ τὸν Ἀλφειόν καὶ ὅτι τῆς Ἠλείας τόπος ἐστὶν ἀπέχων ὀκτὼ στάδια, ἐν ᾧ οἱ ἐγχώριοι κατακλείοντες τοῖς Διονυσίοις χαλκοῦς λέβητας τρεῖς κενοὺς παρόντων τῶν ἐπιδημούντων ἀποσφραγίζονται καὶ ὕστερον ἀνοίγοντες εὑρίσκουσιν οἴνου πεπληρωμένους. Ἑλλάνικος δέ φησιν ἐν τῇ Πλινθίνῃ πόλει Αἰγύπτου πρώτῃ εὑρεθῆναι τὴν ἄμπελον. διὸ καὶ Δίων ὁ ἐξ Ἀκαδημίας φιλοίνους καὶ φιλοπότας τοὺς Αἰγυπτίους γενέσθαι· εὑρεθῆναί τε βοήθημα παρ᾽· αὐτοῖς ὥστε τοὺς διὰ πενίαν ἀποροῦντας οἴνου τὸν ἐκ τῶν κριθῶν γενόμενον πίνειν· καὶ οὕτως ἥδεσθαι τοὺς τοῦτον προσφερομένους ὡς καὶ ᾄδειν καὶ ὀρχεῖσθαι καὶ πάντα ποιεῖν ὅσα τοὺς ἐξοίνους γινομένους. Ἀριστοτέλης δέ φησιν ὅτι οἱ μὲν ὑπ’ οἴνου μεθυσθέντες ἐπὶ πρόσωπον φέρονται, οἱ δὲ τὸν κρίθινον πεπωκότες ἐξυπτιάζονται τὴν κεφαλὴν ὁ μὲν γὰρ οἶνος καρηβαρικός, ὁ δὲ κρίθινος καρωτικός.

ὅτι δὲ φίλοινοι Αἰγύπτιοι, σημεῖον καὶ τὸ παρὰ μόνοις αὐτοῖς ὡς νόμιμον ἐν τοῖς δείπνοις πρὸ πάντων ἐδεσμάτων κράμβας ἔσθειν ἑφθὰς καὶ μέχρι τοῦ δεῦρο παρασκευάζεσθαι. καὶ πολλοὶ εἰς τὰς κατασκευαζομένας ἀμεθύστους προσλαμβάνουσι τὸ τῆς κράμβης σπέρμα, καὶ ἐν ᾧ δ’ ἂν ἀμπελῶνι κράμβαι φύωνται, ἀμαυρότερος ὁ οἶνος

γίνεται, διὸ καὶ Συβαρῖται, φησὶ Τίμαιος, πρὸ τοῦ πίνειν κράμβας ἤσθιον. Ἄλεξις ·
ἐχθὲς ὑπέπινες, εἶτα νυνὶ κραιπαλᾷς. κατανύστασον παύσῃ γάρ. εἶτά σοι δότω ῥάφανόν τις ἑφθήν.
Εὔβουλος δὲ πού φησι·
γύναι, ῥάφανόν με νομίσασ’ εἰς ἐμέ σου τὴν κραιπάλην μέλλεις ἀφεῖναι πᾶσαν, ὡς ἐμοὶ δοκεῖς.
ὅτι δὲ τὴν κράμβην ῥάφανον ἐκάλουν οἱ παλαιοὶ Ἀπολλόδωρος δηλοῖ ὁ Καρύστιος·
εἰ δ’ ὅτι καλοῦμεν ῥάφανον, ὑμεῖς δ’ οἱ ξένοι κράμβην, γυναιξὶ διαφέρειν οἴονται.
Ἀναξανδρίδης ·
ἐὰν λούσησθε νῦν ῥάφανόν τε πολλὴν ἐντράγητε, παύσεται τὸ βάρος διασκεδᾷ τε τὸ προσὸν νῦν νέφος ἐπὶ τοῦ μετώπου,
Νικοχάρης·
εἰσαύριον.. ἀντὶ ῥαφάνων ἐψήσομεν βαλάνιον, ἵνα νῷν ἐξάγῃ τὴν κραιπάλην.
Ἄμφις·
οὐκ ἔστιν, ὡς ἔοικε, φάρμακον μέθης οὐδὲν τοιοῦτον ὡς τὸ προσπεσεῖν ἄφνω λύπην τιν᾽. οὕτως ἐξελαύνει γὰρ σφόδρα λῆρον ὥστε τὰς ῥαφάνους οὕτω δοκεῖν.
περὶ δὲ τῆς δυνάμεως ταύτης ἣν ἡ κράμβη ποιεῖ ἱστορεῖ καὶ Θεόφραστος φεύγειν φάσκων καὶ ζῶσαν τὴν ἄμπελον τῆς ῥαφάνου τὴν ὀδμήν.

τὸ πολὺ τῆς ἠμέρας προσεπιμετρει τω ὕπνῳ.

οὐκ εἴων με οἱ λόγοι οὓς ἀπεμνημόνευσας, ὄντες ποικίλοι, ὕπνῳ διδόναι σχολήν. οὐκ ἀπὸ σκοποῦ τοξεύειν.

ὅτι τὸν οἶνον Κολοφώνιος Νίκανδρος ὠνομάσθαι φησὶν ἀπὸ Οἰνέως·

Οἰνεὺς δ’ ἐν κοίλοισιν ἀποθλίψας δεπάεσσιν οἶνον ἔκλησε.
φησὶ δὲ καὶ Μελανιππίδης ὁ Μήλιος·
ἐπώνυμον, δέσποτ᾽, οἶνον Οἰνέως.
Ἑκαταῖος δ’ ὁ Μιλήσιος τὴν ἄμπελον ἐν Αἰτωλίᾳ λέγων εὑρεθῆναί φησι καὶ τάδε·
Ὀρεσθεὺς ὁ Δευκαλίωνος ἦλθεν εἰς Αἰτωλίαν ἐπὶ βασιλείᾳ, καὶ κύων αὐτοῦ στέλεχος ἔτεκε· καὶ ὃς ἐκέλευσεν αὐτὸ κατορυχθῆναι, καὶ ἐξ αὐτοῦ ἔφυ ἄμπελος πολυστάφυλος, διὸ καὶ τὸν αὑτοῦ παῖδα Φύτιον ἐκάλεσε. τούτου δ’ Οἰνεὺς ἐγένετο κληθεὶς ἀπὸ τῶν ἀμπέλων.
οἱ γὰρ παλαιοί, φησίν, Ἕλληνες οἴνας ἐκάλουν τὰς ἀμπέλους.
Οἰνέως δ’ ἐγένετο Αἰτωλός.
Πλάτων δ’ ἐν Κρατύλῳ ἐτυμολογῶν τὸν οἶνον
οἰόνουν αὐτόν φησιν εἶναι διὰ τὸ οἰήσεως ἡμῶν τὸν νοῦν ἐμπιπλᾶν. ἢ τάχα ἀπὸ τῆς ὀνήσεως κέκληται· παρετυμολογῶν γὰρ Ὅμηρος τὴν φωνὴν ὧδὲ πώς φησιν
ἔπειτα δὲ καὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα.
καὶ γὰρ τὰ βρώματα ὀνείατα καλεῖν εἴωθεν ἀπὸ τοῦ ὀνίσκειν ἡμᾶς.

οἶνόν τοι, Μενέλαε, θεοὶ ποίησαν ἄριστον θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας.
ὁ τῶν Κυπρίων τοῦτό φησι ποιητής, ὅστις ἂν εἴη. Δίφιλος δ’ ὁ κωμικός φησιν
ὦ πᾶσι τοῖς φρονοῦσι προσφιλέστατε Διόνυσε καὶ σοφώταθ᾽, ὡς ἡδύς τις εἶ· ὃς τὸν ταπεινὸν μέγα φρονεῖν ποιεῖς μόνος, τὸν τὰς ὀφρῦς αἴροντα συμπείθεις γελᾶν τὸν τ’ ἀσθενῆ τολμᾶν τι, τὸν δειλὸν θρασύν . . .
ὁ δὲ Κυθήριος Φιλόξενος λέγει·
εὐρείτας οἶνος πάμφωνος.
Χαιρήμων δὲ ὁ τραγῳδὸς παρασκευάζειν φησὶ τὸν οἶνον τοῖς χρωμένοις
γέλωτα, σοφίαν, ἀμαθίαν, εὐβουλίαν.
Ἴων δ’ ὁ Χῖός φησιν
ἄδαμνον παῖδα ταυρωπόν, νέον οὐ νέον, ἥδιστον πρόπολον βαρυγδούπων ἐρώτων, οἶνον ἀερσίνοον, .. ἀνθρώπων πρύτανιν.- ὁ Μνησίθεος δ’ ἔφη τὸν οἶνον τοὺς θεοὺς θνητοῖς καταδεῖξαι τοῖς μὲν ὀρθῶς χρωμένοις ἀγαθὸν μέγιστον, τοῖς δ’ ἀτάκτως τοὔμπαλιν,
τροφήν τε γὰρ δίδωσι τοῖσι χρωμένοις ἰσχύν τε ταῖς ψυχαῖσι καὶ τοῖς σώμασιν εἰς τὴν ἰατρικήν τε χρησιμώτατον καὶ τοῖς ποτοῖς γὰρ φαρμάκοις κεράννυται καὶ τοῖσιν ἑλκωθεῖσιν ὠφελίαν ἔχει. ἐν ταῖς συνουσίαις τε ταῖς καθ’ ἡμέραν τοῖς μὲν μέτριον πίνουσι καὶ κεκραμένον εὐθυμίαν ἐὰν δ’ ὑπερβάλῃς, ὕβριν· ἐὰν δ’ ἴσον ἴσῳ προσφέρῃ, μανίαν ποιεῖ· ἐὰν δ’ ἄκρατον, παράλυσιν τῶν σωμάτων, διὸ καὶ καλεῖσθαι τὸν Διόνυσον πανταχοῦ ἰατρόν.
ἡ δὲ Πυθία εἴρηκέ τισι Διόνυσον ὑγιάτην καλεῖν.

Εὔβουλος δὲ ποιεῖ τὸν Διόνυσον λέγοντα·

τρεῖς γὰρ μόνους κρατῆρας ἐγκεραννύω τοῖς εὖ φρονοῦσι τὸν μὲν ὑγιείας ἕνα, ὃν πρῶτον ἐκπίνουσι τὸν δὲ δεύτερον ἔρωτος ἡδονῆς τε· τὸν τρίτον δ’ ὕπνου, ὃν ἐκπιόντες οἱ σοφοὶ κεκλημένοι οἴκαδε βαδίζουσ᾽. ὁ δὲ τέταρτος οὐκ ἔτι ἡμέτερός ἐστ᾽, ἀλλ’ ὕβρεος· ὁ δὲ πέμπτος βοῆς· ἕκτος δὲ κώμων ἕβδομος δ’ ὑπωπίων· ὁ δ’ ὄγδοος κλητῆρος· ὁ δ’ ἔνατος χολῆς· δέκατος δὲ μανίας, ὥστε καὶ βάλλειν ποιεῖ, πολὺς γὰρ εἰς ἓν μικρὸν ἀγγεῖον χυθεὶς ὑποσκελίζει ῥᾷστα τοὺς πεπωκότας.
Ἐπίχαρμος δέ φησιν
ἐκ μὲν θυσίας θοίνα ---,
ἐκ δὲ θοίνας πόσις ἐγένετο. β. χάριεν, ὣς γ᾽
ἐμοὶ δοκεῖ. α. ἐκ δὲ πόσιος μῶκος, ἐκ μώκου δ’ ἐγένεθ’ ὑανία
ἐκ δ’ ὑανίας δίκα ---, ἐκ δίκας, ἐκ δὲ καταδίκα, ἐκ δὲ καταδίκας πέδαι τε καὶ σφαλὸς καὶ ζαμία.
Πανύασις δ’ ὁ ἐποποιὸς τὴν μὲν πρώτην πόσιν ἀπονέμει Χάρισιν, ῝ Ὥραις, καὶ Διονύσῳ, τὴν δὲ δευτέραν Ἀφροδίτῃ καὶ πάλιν Διονύσῳ, Ὕβρει δὲ καὶ Ἄτῃ τὴν τρίτην. Πανύασίς φησι·
πρῶται μὲν Χάριτές τ’ ἔλαχον καὶ ἐύφρονες Ὧραι μοῖραν καὶ Διόνυσος ἐρίβρομος, οἵπερ ἔτευξαν. τοῖς δ’ ἔπι Κυπρογένεια θεὰ λάχε καὶ Διόνυσος. ἔνθα τε κάλλιστος πότος ἀνδράσι γίνεται οἴνου· εἴ τις τὸν γε πίοι καὶ ἀπότροπος· οἴκαδ’ ἀπέλθοι δαιτὸς ἀπὸ γλυκερῆς, οὐκ ἄν ποτε πήματι κύρσαι· ἀλλ’ ὅτε τις μοίρης τριτάτης πρὸς μέτρον ἐλαύνοι πίνων ἀβλεμέως, τότε δ’ Ὕβριος αἶσα καὶ Ἄτης γίνεται ἀργαλέα, κακὰ δ’ ἀνθρώποισιν ὀπάζει. ἀλλὰ πέπον, μέτρον γὰρ ἔχεις γλυκεροῖο ποτοῖο, στεῖχε παρὰ μνηστὴν ἄλοχον, κοίμιζε δ’ ἑταίρους· δείδια γάρ, τριτάτης μοίρης μελιηδέος οἴνου πινομένης, μὴ σ’ Ὕβρις ἐνὶ φρεσὶ θυμὸν ἀέρσῃ, ἐσθλοῖς δὲ ξενίοισι κακὴν ἐπιθῇσι τελευτήν. ἀλλὰ πιθοῦ καὶ παῦε πολὺν πότον.
καὶ ἑξῆς περὶ ἀμέτρου οἴνου
ἐκ γάρ οἱ Ἄτης τε καὶ Ὕβριος αἶσ’ ἅμ’ ὀπηδεῖ.
κατὰ γὰρ τὸν Εὐριπίδην
πληγὰς ὁ κῶμος λοίδορὸν θ’ ὕβριν φέρει.
ὅθεν τινὲς τὴν Διονύσου γένεσιν καὶ τὴν τῆς Ὕβρεως κατὰ ταὐτὰ γενέσθαι φασίν.

Ἄλεξις δὲ πού φησιν ὡς

ὁμοιότατος ἄνθρωπος οἴνῳ τὴν φύσιν τρόπον τιν’ ἐστί. τὸν γὰρ οἶνον τὸν νέον πολλὴ ᾽ στ’ ἀνάγκη καὶ τὸν ἄνδρ’ ἀποζέσαι πρώτιστον ἀφυβρίσαι τ᾽, ἀπανθήσαντα δὲ σκληρὸν γενέσθαι, παρακμάσαντα δ’ ὧν λέγω τούτων ἁπάντων, ἀπαρυθέντα τὴν ἄνω ταύτην ἄνοιαν ἐπιπολάζουσαν, τότε πότιμον γενέσθαι καὶ καταστῆναι πάλιν ἡδὺν θ’ ἅπασι τοὐπίλοιπον διατελεῖν.
κατὰ δὲ τὸν Κυρηναῖον ποιητὴν
οἶνός ξ ὃς πυρὶ ἶσον ἔχει μένος, εὖτ’ ἂν ἐς ἄνδρας ἔλθῃ· κυμαίνει δ’ οἷα Λίβυσσαν ἅλα βορρῆς ἠὲ νότος· τὰ δὲ καὶ κεκρυμμένα φαίνει βυσσόθεν· ἐκ δ’ ἀνδρῶν πάντ’ ἐτίναξε νόον.
ἀλλαχοῦ δὲ τοὐναντίον φησὶν Ἄλεξις·
οὐδὲν.. ἔοικ’ ἄνθρωπος οἴνῳ τὴν φύσιν, ὁ μὲν γὰρ ἀπογηρὰς ἀηδὴς γίνεται, οἶνον δὲ τὸν παλαιότατον σπουδάζομεν. ὁ μὲν δάκνει γάρ, ὁ δ’ ἱλαροὺς ἡμᾶς ποιεῖ.
Πανύασις δὲ λέγει·
οἶνος γὰρ πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ, ἐσθλόν, ἀλεξίκακον, πάσῃ συνοπηδὸν ἀνίῃ. ἐν μὲν γὰρ θαλίης ἐρατὸν μέρος ἀγλαίης τε, ἐν δὲ χοροιτυπίης, ἐν δ’ ἱμερτῆς φιλότητος. τῷ σε χρὴ παρὰ δαιτὶ δεδεγμένον εὔφρονι θυμῷ πίνειν, μηδὲ βορῆς κεκορημένον ἠύτε παῖδα ἧσθαι πλημμύροντα, λελησμένον εὐφροσυνάων.
καὶ πάλιν
οἶνος δὲ θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον, ἀγλαός· ᾧ πᾶσαι μὲν ἐφαρμόζουσιν ἀοιδαί, πάντες δ’ ὀρχησμοί, πᾶσαι δ’ ἐραταὶ φιλότητες. πάσας δ’ ἐκ κραδίας ἀνίας ἀνδρῶν ἀλαπάζει πινόμενος κατὰ μέτρον ὑπὲρ μέτρον δὲ χερείων.

Τίμαιος δὲ ὁ Ταυρομενίτης ἐν Ἀκράγαντι οἰκίαν τινά φησι καλεῖσθαι τριήρη ἐξ αἰτίας τοιαύτης, νεανίσκους τινὰς ἐν αὐτῇ μεθυσκομένους ἐς τοσοῦτον ἐλθεῖν μανίας ἐκθερμανθέντας ὑπὸ τῆς μέθης ὡς νομίζειν μὲν ἐπὶ τριήρους πλεῖν, χειμάζεσθαι δὲ χαλεπῶς κατὰ τὴν θάλασσαν καὶ τοσοῦτον ἔκφρονας γενέσθαι ὡς τὰ ἀπὸ τῆς οἰκίας πάντα σκεύη καὶ στρώματα ῥίπτειν ὡς ἐπὶ τὴν θάλασσαν, τὴν ναῦν διὰ τὸν χειμῶνα ἀποφορτίζεσθαι δόξαν αὐτοῖς λέγειν τὸν κυβερνήτην. συναθροιζομένων οὖν πολλῶν καὶ τὰ ῥιπτόμενα διαρπαζόντων οὐδ’ ὣς παύεσθαι τῆς μανίας τοὺς νεανίσκους, καὶ τῇ ἐπιούσῃ τῶν ἡμερῶν παραγενομένων τῶν στρατηγῶν ἐπὶ τὴν οἰκίαν ἐγκληθέντες οἱ νεανίσκοι ἔτι ναυτιῶντες ᾽ ἀπεκρίναντο πυνθανομένων τῶν ἀρχόντων ὑπὸ χειμῶνος ἐνοχλούμενοι ἠναγκάσθαι ἀποφορτίσασθαι τῇ θαλάσσῃ τὰ περιττὰ τῶν φορτίων, θαυμαζόντων δὲ τῶν στρατηγῶν τὴν ἔκπληξιν τῶν ἀνδρῶν εἷς τῶν νεανίσκων, καίτοι δοκῶν τῶν ἄλλων πρεσβεύειν κατὰ τὴν ἡλικίαν,

ἐγὼ δ᾽ , ἔφη· ἄνδρες Τρίτωνες, ὑπὸ τοῦ δέους καταβαλὼν ἐμαυταν ὑπὸ τοὺς θαλάμους ὡς ἔνι μάλιστα κατωτάτω ἐκείμην.
συγγνόντες οὖν τῇ αὐτῶν ἐκστάσει ἐπιτιμήσαντες μὴ πλείονος οἴνου ἐμφορεῖσθαι ἀφῆκαν. καὶ οἱ χάριν ἔχειν
ὁμολογήσαντες ---
ἂν λιμένος, ἔφη, τύχωμεν ἀπαλλαγέντες τοσούτου κλύδωνος, Σωτῆρας ὑμᾶς ἐπιφανεῖς μετὰ τῶν θαλασσίων δαιμόνων ἐν τῇ πατρίδι ἱδρυσόμεθα ὡς αἰσίως ἡμῖν ἐπιφανέντας.
ἐντεῦθεν ἡ οἰκία τριήρης ἐκλήθη.

Φιλόχορος δέ φησιν ὅτι οἱ πίνοντες οὐ μόνον ἑαυτοὺς ἐμφανίζουσιν οἵτινές εἰσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον ἀνακαλύπτουσι παρρησίαν ἄγοντες. ὅθεν

οἶνος καὶ ἀλήθεια
λέγεται καὶ
ἀνδρὸς δ’ οἶνος ἔδειξε νόον
καὶ τὸ νικητήριον ἐν Διονύσου τρίπους. καὶ γὰρ ἐκ τρίποδος λέγειν φαμὲν τοὺς ἀληθεύοντας· δεῖ δὲ νοεῖν τρίποδα τοῦ Διονύσου τὸν κρατῆρα, ἦν γὰρ τὸ ἀρχαῖον δύο γένη τριπόδων, οὓς καλεῖσθαι λέβητας συνέβαινεν ἀμφοτέρους ι ἐμπυριβήτης ὁ καὶ λοετροχόος. Αἰσχύλος·
τὸν μὲν τρίπους ἐδέξατ’ οἰκεῖος λέβης αἰεὶ φυλάσσων τὴν ὑπὲρ πυρὸς στάσιν.
ὁ δ’ ἕτερος κρατήρ καλούμενος. Ὅμηρος·
ἕπτ᾽ ἀπύρους τρίποδας.
ἐν τούτοις δὲ τὸν οἶνον ἐκίρνων καὶ οὗτός ἐστιν ὁ τῆς ἀληθείας οἰκεῖος τρίπους. διὸ Ἀπόλλωνος μὲν οἰκεῖος διὰ τὴν ἐκ μαντικῆς ἀλήθειαν, Διονύσου δὲ διὰ τὴν ἐν μέθῃ. Σῆμος δ’ ὁ Δήλιός φησι·
τρίπους χαλκοῦς, οὐχ ὁ Πυθικός, ἀλλ’ ὃν νῦν λέβητα καλοῦσιν. οὗτοι δ’ ἦσαν οἱ μὲν ἄπυροι, εἰς οὓς τὸν οἶνον εἰσεκεράννυον, οἱ δὲ λοετροχόοι, ἐν οἷς τὸ ὕδωρ ἐθέρμαινον, καὶ ἐμπυριβῆται. καὶ τούτων ἔνιοι ὠτώεντες,
τρίποδα δὲ τὴν ὑπόβασιν ἔχοντες τρίποδες ὠνομάζοντο.
φησί που Ἔφιππος· α. οἴνου σε πλῆθος πόλλ’ ἀναγκάζει λαλεῖν. β. οὐκοῦν μεθύοντάς φασι τἀληθῆ λέγειν.
Ἀντιφάνης·
κρύψαι, Φειδία, ἅπαντα τἄλλα τις δύναιτ’ ἂν πλὴν δυοῖν, οἶνόν τε πίνων εἰς ἔρωτά τ’ ἐμπεσών. ἀμφότερα μηνύει γὰρ ἀπὸ τῶν βλεμμάτων καὶ τῶν λόγων ταῦθ’ ὥστε τοὺς ἀρνουμένους, μάλιστα τούτους . . . . καταφανεῖς ποιεῖ.