Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

Φιλόχορος δέ φησιν Ἀμφικτύονα τὸν Ἀθηναίων βασιλέα μαθόντα παρὰ Διονύσου τὴν τοῦ οἴνου κρᾶσιν πρῶτον κεράσαι. διὸ καὶ ὀρθοὺς γενέσθαι τοὺς ἀνθρώπους οὕτω πίνοντας, πρότερον ὑπὸ τοῦ ἀκράτου καμπτομένους· καὶ διὰ τοῦτο ἱδρύσασθαι βωμὸν ὀρθοῦ Διονύσου ἐν τῷ τῶν ʽ Ὡρῶν ἱερῷ αὗται γάρ καὶ τὸν τῆς ἀμπέλου καρπὸν ἐκτρέφουσι. πλησίον δ’ αὐτοῦ καὶ ταῖς Νύμφαις βωμὸν ἔδειμεν, ὑπόμνημα τοῖς χρωμένοις τῆς κράσεως ποιούμενος· καὶ γάρ Διονύσου τροφοὶ αἱ Νύμφαι λέγονται, καὶ θέσμιον ἔθετο προσφέρεσθαι μετὰ τὰ σιτία ἄκρατον μόνον ὅσον γεύσασθαι, δεῖγμα τῆς δυνάμεως τοῦ ἀγαθοῦ θεοῦ, τὸ δὲ λοιπὸν ἤδη κεκραμένον, ὁπόσον ἕκαστος βούλεται· προσεπιλέγειν δὲ τούτῳ τὸ τοῦ Διὸς σωτῆρος ὄνομα διδαχῆς καὶ μνήμης ἕνεκα τῶν πινόντων, ὅτι οὕτω πίνοντες ἀσφαλῶς σωθήσονται. Πλάτων δ’ ἐν δευτέρῳ Νόμων τὴν τοῦ οἴνου χρῆσίν φησιν ὑγιείας ἕνεκα ὑπάρχειν

ἀπὸ τοῦ κατὰ μέθην δὲ καταστήματος καὶ ταύρῳ παρεικάζουσι τὸν Διόνυσον καὶ παρδάλει διὰ τὸ πρὸς βίαν τρέπεσθαι τοὺς ἐξοινωθέντας. Ἀλκαῖος·
ἄλλοτε μὲν μελιαδέος, ἄλλοτε δ’ ὀξυτέρου τριβόλων ἀρυτημένοι.
εἰσὶ δ’ οἳ καὶ θυμικοὶ γίνονται· τοιοῦτος δ’ ὁ ταῦρος. Εὐριπίδης·
ταῦροι δ᾽· ὑβρισταὶ κεἰς κέρας θυμούμενοι.
διὰ δὲ τὸ μάχιμον καὶ θηριώδεις ἔνιοι γίνονται· ὅθεν καὶ τὸ παρδαλῶδες.

καλῶς οὖν Ἀρίστων ὁ Κεῖός φησιν ἥδιστον ποτὸν εἶναι τὸν ἅμα μὲν γλυκύτητος, ἅμα δ’ εὐωδίας κοινωνοῦντα. διὸ καὶ τὸ καλούμενον νέκταρ κατασκευάζειν τινὰς περὶ τὸν Λυδίας Ὄλυμπον οἶνον καὶ κηρία συγκιρνάντας εἰς ταὐτὰ καὶ τὰ τῶν ἀνθῶν εὐώδη, οἶδα δ’ ὅτι Ἀναξανδρίδης τὸ νέκταρ οὐ ποτόν, ἀλλὰ τροφὴν εἶναι λέγει θεῶν·

τὸ νέκταρ ἐσθίω πάνυ μάττων διαπίνω τ’ ἀμβροσίαν καὶ τῷ Διὶ διακονῶ καὶ σεμνὸς εἰμ’ ἑκάστοτε Ἥρᾳ λαλῶν καὶ Κύπριδι παρακαθήμενος.
καὶ Ἀλκμὰν δέ φησι
τὸ νέκταρ ἔδμεναι
αὐτούς· καὶ Σαπφὼ δέ φησιν·
ἀμβροσίας μὲν κρατὴρ ἐκέκρατο, Ἑρμᾶς δ’ ἕλεν ὄλπιν θεοῖς οἰνοχοῆσαι.
ὁ δ’ Ὅμηρος θεῶν πόμα τὸ νέκταρ οἶδεν Ἴβυκος δέ φησι τὴν ἀμβροσίαν τοῦ μέλιτος κατ’ ἐπίτασιν
ἐννεαπλασίαν ἔχειν γλυκύτητα, τὸ μέλι λέγων ἔνατον εἶναι μέρος τῆς ἀμβροσίας κατὰ τὴν ἡδονήν.

οὐδεὶς φιλοπότης ἐστὶν ἄνθρωπος κακός. ὁ γάρ διμάτωρ Βρόμιος οὐ χαίρει συνὼν ἀνδράσι πονηροῖς οὐδ’ ἀπαιδεύτῳ βίῳ,
φησὶν Ἄλεξις, καὶ ὅτι οἶνος
φιλολόγους πάντας ποιεῖ τοὺς πλείονα πίνοντας αὐτόν.
ὁ δὲ ποιήσας τὸ εἰς Κρατῖνον ἐπίγραμμά φησιν
οἶνός τοι χαρίεντι πέλει μέγας ἵππος ἀοιδῷ, ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις, ταῦτ’ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου. τοιγάρ οἱ στεφάνων δόμος ἔβρυεν, εἶχε δὲ κιττῷ μέτωπον οἷα καὶ σὺ κεκροκωμένον.
πολέμων φησὶν ἐν Μουνυχίᾳ ἥρωα Ἀκρατοπότην τιμᾶσθαι, παρὰ δὲ Σπαρτιάταις Μάττωνα καὶ Κεράωνα ἥρωας ὑπό τινων μαγείρων ἱδρῦσθαι ἐν τοῖς φειδιτίοις. τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δειπνεὺς ἀπὸ τῶν δείπνων σχὼν τὴν προσηγορίαν. ἐκ τροφῆς ξηρᾶς
οὔτ’ ἂν σκώμματα γένοιτο, οὔτ’ αὐτοσχέδια ποιήματα,
ἀλλὰ μὴν οὐδὲ κόμπος οὐδὲ ψυχῆς ἀλαζονεία, καλῶς οὖν ἐν τῷ
πῆ ἔβαν εὐχωλαὶ ἃς ἐν Λήμνῳ ἠγοράασθε, ἔσθοντες κρέα πολλὰ καὶ πίνοντες οἴνου κρατῆρας ἐπιστεφέας
ἐπεσημήνατο ὁ γραμματικὸς Ἀρίσταρχος περιγράφων τὸν στίχον, ὃς ἀπὸ κρεωφαγίας αὐχεῖν ποιεῖ τοὺς Ἕλληνας. οὐ γὰρ ἀπὸ πάσης εὐθυμίας καὶ πληρώσεως τὸ καυχᾶσθαι
καὶ σκώπτειν καὶ γελοιάζειν, ἀπὸ δὲ τῆς ἀλλοιούσης τὴν γνώμην καὶ πρὸς τὸ ψευδὲς τρεπούσης, ἣ γίνεται κατὰ τὴν μέθην.

διὸ Βακχυλίδης φησί·

γλυκεῖ’ ἀνάγκα σευομένα κυλίκων θάλπησι θυμὸν Κύπριδος δ’ ἐλπὶς διαιθύσσει φρένας ἀμμιγνυμένα Διονυσίοισι δώροις. ἀνδράσι δ’ ὑψοτάτω πέμπει μερίμνας· αὐτίκα μὲν πόλεων κρήδεμνα λύει, πᾶσι δ’ ἀνθρώποις μοναρχήσειν δοκεῖ. χρυσῷ δ’ ἐλέφαντί τε μαρμαίρουσιν οἶκοι πυροφόροι δὲ κατ’ αἰγλήεντα πόντον ---νῆες ἄγουσιν ἀπ’ Αἰγύπτου μέγιστον πλοῦτον· ὣς πίνοντος ὁρμαίνει κέαρ,
Σοφοκλῆς δέ φησι· ---
τὸ μεθύειν πημονῆς λυτήριον.
οἱ δ’ ἄλλοι ποιηταί φασι τὸν
οἶνον ἐύφρονα καρπὸν ἀρούρης.
καὶ ὁ τῶν ποιητῶν δὲ βασιλεὺς τὸν Ὀδυσσέα παράγει λέγοντα;
ὃς δὲ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς πανημέριος πολεμίζῃ, θαρσαλέον νὺ οἱ ἦτορ,
καὶ τὰ ἑξῆς.

ὅτι Σιμωνίδης τὴν αὐτὴν ἀρχὴν τίθησιν οἴνου καὶ μουσικῆς. ἀπὸ μέθης καὶ ἡ τῆς κωμῳδίας καὶ ἡ τῆς τραγῳδίας εὕρεσις ἐν Ἰκαρίῳ τῆς Ἀττικῆς εὑρέθη, καὶ κατ’ αὐτὸν τὸν τῆς τρύγης καιρὸν ἀφ’ οὗ δὴ καὶ τρυγῳδία τὸ πρῶτον ἐκλήθη ἡ κωμῳδία.

τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς. οἴνου δὲ μηκέτ’ ὄντος οὐκ ἔστιν Κύπρις οὐδ’ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι,
Εὐριπίδης ἐν Βάκχαις φησί. καὶ Ἀστυδάμας δέ φησι·
θνητοῖσι τὴν ἀκεσφόρον λύπης ἔφηνεν οἰνομήτορ’ ἄμπελον. συνεχῶς μὲν γὰρ ἐμπιπλάμενος ἀμελὴς γίνεται ἄνθρωπος, ὑποπίνων δὲ πάνυ φροντιστικός,
Ἀντιφάνης φησίν.
οὐ μεθύω τὴν φρόνησιν, ἀλλὰ τὸ τοιοῦτον μόνον, τὸ διορίζεσθαι βεβαίως τῷ στόματι τὰ γράμματα,
φησὶν Ἄλεξις. Σέλευκος δέ φησι τὸ παλαιὸν οὐκ εἶναι ἔθος οὔτ’ οἶνον ἐπὶ πλεῖον οὔτ’ ἄλλην ἡδυπάθειαν προσφέρεσθαι, μὴ θεῶν ἕνεκα τοῦτο δρῶντας. διὸ καὶ θοίνας καὶ θαλείας καὶ μέθας ὠνόμαζον τὰς μὲν ὅτι διὰ θεοὺς οἰνοῦσθαι δεῖν ὑπελάμβανον, τὰς δ’ ὅτι θεῶν χάριν ἡλίζοντο καὶ συνῄεσαν. τοῦτο γάρ ἐστι τὸ
δαῖτα θάλειαν.
τὸ δὲ μεθύειν φησὶν Ἀριστοτέλης τὸ μετὰ τὸ θύειν αὐτῷ χρῆσθαι.

θεοῖσι μικρὰ θύοντας τέλη, τῶν βουθυτούντων ὄντας εὐσεβεστέρους,
Εὐριπίδης φησί. καὶ σημαίνει ὧδε τὸ τέλος τὴν θυσίαν. καὶ Ὅμηρος·
οὐ γάρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα.
τελετάς τε καλοῦμεν τὰς ἔτι μείζους καὶ μετά τινος μυστικῆς παραδόσεως ἑορτὰς τῶν εἰς αὐτὰς
δαπανημάτων ἕνεκα, τελεῖν γὰρ τὸ δαπανᾶν, καὶ πολυτελεῖς οἱ πολλὰ ἀναλίσκοντες καὶ εὐτελεῖς οἱ ὀλίγα. φησὶν Ἄλεξις·
τοὺς εὐτυχοῦντας ἐπιφανῶς δεῖ ζῆν φανεράν τε τὴν δόσιν τὴν τοῦ θεοῦ ποιεῖν ὁ γὰρ θεὸς δεδωκὼς τἀγαθὰ ὧν μὲν πεποίηκεν οἴεται χάριν τινὰ ἔχειν ἑαυτῷ· τοὺς ἀποκρυπτομένους δὲ καὶ πράττειν μετρίως φάσκοντας ἀχαρίστους ὁρῶν ἀνελευθέρως τε ζῶντας ἐπὶ καιροῦ τινος λαβὼν ἀφείλεθ’ ὅσα δεδωκὼς ἦν πάλαι.

τοσαῦτα οἰνολογήσαντος ἤτοι περὶ οἴνων εἰπόντος· λαφύσσοντος οἴνων ὀνόματα. οὐ χαίρει τῷ πόματι ἐκ πρώτης ἐθισθεὶς ἀνατροφῆς ὑδροποτεῖν.

ἡδὺ ---ἐστ’ ἐν δαιτὶ καὶ εἰλαπίνῃ τεθαλυίῃ τέρπεσθαι μύθοισιν, ἐπὴν δαιτὸς κορέσωνται,
Ἡσίοδος ἐν τῇ Μελαμποδίᾳ φησίν. οὔ τινι ὑμῶν ἐπῆλθε περὶ ὑδάτων εἰπεῖν τι, ἀφ’ ὧν καὶ ὁ οἶνος ἀφύεται, καίτοι Πινδάρου τοῦ μεγαλοφωνοτάτου ἄριστον πάντων εἶναι τὸ ὕδωρ φήσαντος. Ὅμηρος μὲν οὖν ὁ θειότατος καὶ τροφιμώτατον αὐτὸ οἶδεν ἐν οἷς
αἰγείρων ὑδατοτρεφέων
ἄλσος λέγει, ἐπαινεῖ δὲ καὶ τὸ διαυγὲς
αὐτοῦ·
κρῆναι πίσυρες ῥέον ὕδατι λευκῷ.
τὸ δὲ δὴ κοῦφον καὶ πλείονος τιμῆς ἄξιον ἱμερτὸν καλεῖ· ἱμερτὸν οὖν φησι τὸν Τιταρήσιον, ὃς τῷ
Πηνειῷ συμμίσγεται.
καὶ τοῦ ῥυπτικοῦ δὲ ὕδατος μέμνηται· ὃ ἀποδεχόμενος καὶ Πραξαγόρας ὁ Κῷος.. καλὸν εἶναι λέγει·
καλὸν ὑπεκπρορέει μάλα περ ῥυπόωντα καθῆραι.
διαστέλλει δὲ καὶ γλυκὺ ὕδωρ ἀπὸ πλατέος, τὸν μὲν ʽ Ἑλλήσποντον εἶναι λέγων πλατύν, ὑπὲρ δὲ θατέρου φράζων
στήσαμεν νῆας ἀγχοῦ ὕδατος γλυκεροῖο.

οἶδε δὲ καὶ τὴν τοῦ χλιαροῦ φύσιν πρὸς τὰ τραύματα, τὸν γοῦν Εὐρύπυλον τρωθέντα ι ἐκ τούτου καταιονᾷ· καίτοι εἰ ἐπισχεῖν ἔδει τὴν αἱμορραγίαν, τὸ ψυχρὸν ἐπιτήδειον ἦν συστρέφον καὶ συσφίγγον. εἰς δὲ τὸ παρηγορῆσαι τὰς ὀδύνας τῷ θερμῷ ἐπαιονᾷ θέλγειν δυναμένῳ. ἐστὶ δὲ παρ’ αὐτῷ τὸ λιαρὸν θερμόν. ἐναργῶς δὲ τοῦτο δείκνυσιν ἐν τῷ περὶ τῶν Σκαμάνδρου πηγῶν

ἡ μὲν γάρ, φησίν, ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς γίνεται ἐξ αὐτῆς ὡσεὶ πυρὸς αἰθομένοιο.
ἆρά γε τοῦτο λιαρόν ἐστιν ἀφ’ οὗ πυρὸς ἀτμὶς καὶ καπνὸς ἔμπυρος ἀναφέρεται; περὶ δὲ τῆς ἑτέρας πηγῆς λέγει ὡς θέρους
ῥέει εἰκυῖα χαλάζῃ ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
εἰωθὼς δὲ λέγειν καὶ τοὺς νεοτρώτους θερμῷ περιρρεῖσθαι αἵματι ἐπὶ μὲν ᾽ Ἀγαμέμνονός φησιν
ὄφρα οἱ αἷμ’ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
ἐπὶ δὲ τοῦ φεύγοντας μετὰ τὸ βληθῆναι ἐλάφου μεταφράζων φησὶν
ὄφρ’ αἷμα λιαρὸν καὶ γούνατ’ ὀρώρῃ.
Ἀθηναῖοι δὲ μετάκερας καλοῦσι τὸ χλιαρόν, ὡς Ἐρατοσθένης φησὶν ὑδαρῆ φησὶ καὶ μετάκερας.

τῶν δ’ ἄλλων ὑδάτων τὰ μὲν ἐκ πετρῶν φερόμενα δνοφερὰ καλεῖ ὡς ἀχρεῖα δηλονότι· τὰ δὲ κρηναῖα καὶ διὰ πλείονος γῆς καὶ εὐκάρπου φερόμενα τῶν ἄλλων προκρίνει, ὡς καὶ Ἡσίοδος·

κρήνης ἀενάου καὶ ἀπορρύτου, ἥ τ’ ἀθόλωτος.
καὶ Πίνδαρος·
μελιγαθὲς ἀμβρόσιον ὕδωρ Τιλφώσσας ἀπὸ καλλικρήνου.
κρήνη δ’ ἐν Βοιωτίᾳ ἡ Τιλφῶσσα· ἀφ’ ἧς Ἀριστοφάνης φησὶ Τειρεσίαν πιόντα διὰ γῆρας οὐχ ὑπομείναντα τὴν ψυχρότητα ἀποθανεῖν. Θεόφραστος δέ φησιν ἐν τῷ περὶ ὑδάτων τὸ Νείλου ὕδωρ πολυγονώτατον καὶ γλυκύτατον διὸ καὶ λύειν τὰς κοιλίας τῶν πινόντων μῖξιν ἔχον λιτρώδη. ἐν δὲ τῷ περὶ φυτῶν ἐνιαχοῦ φησιν ὕδωρ γίνεσθαι παιδογόνον ὡς ἐν Θεσπιαῖς, ἐν Πύρρα. δὲ ἄγονον. καὶ τῶν γλυκέων δέ φησιν ὑδάτων ἔνια ἄγονα ἢ οὐ πολύγονα, ὡς τὸ ἐν Φέτᾳ καὶ τὸ ἐν Πύρρᾳ. αὐχμῶν δέ ποτε γενομένων περὶ τὸν Νεῖλον ἐρρύη τὸ ὕδωρ ἰῶδες καὶ πολλοὶ τῶν Αἰγυπτίων ἀπώλοντο. μεταβάλλειν τέ φησιν οὐ μόνον τὰ πικρὰ τῶν ὑδάτων, ἀλλὰ καὶ τὸ ἁλυκὸν καὶ ὅλους ποταμούς,
καθὰ τὸν ἐν Καρίᾳ, παρ’ ᾧ Ζηνοποσειδῶνος ἱερόν ἐστιν. αἴτιον δὲ τὸ πολλοὺς κεραυνοὺς πίπτειν περὶ τὸν τόπον,

ἄλλα δὲ τῶν ὑδάτων καὶ σωματώδη ἐστὶ καὶ ἔχει ὥσπερ τι βάρος ἐν ἑαυτοῖς, ὡς τὸ ἐν Τροιζῆνι· τοῦτο γάρ καὶ τῶν γευομένων εὐθὺς ποιεῖ πλῆρες τὸ στόμα, τὰ δὲ πρὸς τοῖς περὶ Πάγγαιον μετάλλοις τοῦ μὲν χειμῶνος τὴν κοτύλην ἄγουσαν ἔχει ἐνενήκοντα ἕξ, θέρους δὲ τεσσαράκοντα ἕξ. συστέλλει δὲ αὐτὸ καὶ πυκνοῖ μᾶλλον τὸ ψῦχος. διὸ καὶ ἐν τοῖς γνώμοσι ῥέον οὐκ ἀναδίδωσι τὰς ὥρας ἐν τῷ χειμῶνι, ἀλλὰ περιττεύει βραδυτέρας οὔσης τῆς ἐκροῆς διὰ τὸ πάχος, καὶ ταὐτὰ περὶ Αἰγύπτου φησίν, ὅπου μαλακώτερος ὁ ἀήρ. τὸ δὲ ἁλυκὸν ὕδωρ γεωδέστερόν ἐστι καὶ πλείονος δεῖται κατεργασίας ὡς τὸ θαλάσσιον, θερμοτέραν ἔχον τὴν φύσιν καὶ μὴ ὁμοίως πάσχον. μόνον δ’ ἀτέραμνον τῶν ἁλυκῶν τὸ τῆς Ἀρεθούσης. χείρω δ’ ἐστὶ τὰ βαρυσταθμότερα καὶ τὰ σκληρότερα καὶ τὰ ψυχρότερα διὰ τὰς αὐτὰς αἰτίας· δυσκατεργαστότερα γάρ ἐστι τὰ μὲν τῷ πολὺ τὸ γεῶδες ἔχειν, τὰ δὲ ψυχρότητος ὑπερβολῇ. τὰ δὲ ταχὺ θερμαινόμενα κοῦφα καὶ ὑγιεινά, ἐν Κραννῶνι δ’ ἐστὶν ὕδωρ ἡσυχῇ θερμόν, ὃ θερμόν διατηρεῖ κραθέντα τὸν οἶνον ἐπὶ δύο καὶ τρεῖς ἡμέρας, τὰ δ’ ἐπίρρυτα καὶ ἐξ ὀχετοῦ ὡς ἐπίπαν βελτίω τῶν στασίμων, κοπτόμενά τε μαλακώτερα γίνεται, διὰ τοῦτο καὶ τὰ ἀπὸ τῆς χιόνος δοκεῖ χρηστὰ εἶναι· καὶ γὰρ ἀνάγεται τὸ ποτιμώτερον καὶ τοῦτο κεκομμένον

ἐστὶ τῷ ἀέρι· διὸ καὶ τῶν ὀμβρίων βελτίω· καὶ τὰ ἐκ κρυστάλλου δὲ διὰ τὸ κουφότερα εἶναι· σημεῖον δ’ ὅτι καὶ ὁ κρύσταλλος αὐτὸς κουφότερος τοῦ ἄλλου ὕδατος. τὰ δὲ ψυχρὰ σκληρά, διότι γεωδέστερα. τὸ δὲ σωματῶδες καὶ θερμανθὲν θερμότερον καὶ ψυχθὲν ψυχρότερόν ἐστι. κατὰ τὴν αὐτὴν δ’ αἰτίαν καὶ τὰ ἐν τοῖς ὄρεσι ποτιμώτερα τῶν ἐν τοῖς πεδίοις· ἧττον γὰρ μέμικται τῷ γεώδει. ποιεῖ δὲ τὸ γεῶδες καὶ τὰς ἐπιχρόας τῶν ὑδάτων. τὸ γοῦν τῆς ἐν Βαβυλῶνι λίμνης ἐρυθρὸν γίνεται ἐπί τινας ἡμέρας· τὸ δὲ τοῦ Βορυσθένους κατά τινας χρόνους ἰοβαφὲς καίπερ ὄντος καθ’ ὑπερβολὴν λεπτοῦ· σημεῖον δέ· τοῦ Ὑπάνιος ἐπάνω γίνεται διὰ κουφότητα τοῖς βορείοις.

πολλαχοῦ δ’ εἰσὶ κρῆναι αἱ μὲν ποτιμώτεραι καὶ οἰνωδέστεραι, ὡς ἡ περὶ Παφλαγονίαν, πρὸς ἣν φασι τοὺς ἐγχωρίους ὑποπίνειν προσιόντας, ἁλμώδεις δ’ ἅμα τῷ ὀξεῖ ἐν Σικανοῖς τῆς Σικελίας, ἐν τῇ Καρχηδονίων δὲ ἐπικρατείᾳ κρήνη ἐστὶν ᾗ τὸ ἐφιστάμενον ἐλαίῳ ἐστὶν ὅμοιον, μελάντερον δὲ τὴν χρόαν ὃ ἀποσφαιροῦντες χρῶνται πρὸς τὰ πρόβατα καὶ τὰ κτήνη, καὶ παρ’ ἄλλοις δ’ εἰσὶ λίπος ἔχουσαι τοιοῦτον, ὡς ἡ ἐν Ἀσίᾳ, ὑπὲρ ἧς Ἀλέξανδρος ἐπέστειλεν ὡς ἐλαίου κρήνην εὑρηκώς. καὶ τῶν θερμῶν δ’ ἐκ φύσεως ὑδάτων ἔνια γλυκέα ἐστίν, ὡς τὰ ἐν Αἰγαῖς τῆς Κιλικίας καὶ περὶ Παγασὰς τὰ τ’ ἐν τῇ Τρωικῇ Λαρίσσῃ καὶ περὶ Μαγνησίαν καὶ ἐν Μήλῳ καὶ Λιπάρᾳ· ἐν δὲ Προύσῃ τῇ πρὸς τὸν Μύσιον Ὄλυμπον τὰ βασιλικὰ καλούμενα, τὰ δὲ ἐν ` Ἀσίᾳ περὶ Τράλλεις καὶ τὸν

Χαρακωμήτην ποταμόν, ἔτι δὲ Νῦσαν πόλιν οὕτως ἐστὶ λιπαρὰ ὡς μὴ δεῖσθαι τοὺς ἐναπολουμένους ἐλαίου. τοιαῦτα καὶ τὰ ἐν Δασκύλου κώμῃ. τὰ δ’ ἐν Καρούροις κατάξηρα καὶ σφόδρα θερμά· τὰ δὲ περὶ Μηνὸς κώμην, ἥ ἐστι Φρυγίας, τραχύτερά ἐστι καὶ λιτρωδέστερα, ὡς καὶ τὰ ἐν τῇ καλουμένῃ Λέοντος κώμῃ τῆς Φρυγίας, τὰ δὲ περὶ Δορύλαιον καὶ πινόμενά ἐστιν ἥδιστα· τὰ γὰρ περὶ Βαίας ἢ Βαίου λιμένα τῆς Ἰταλίας παντελῶς ἄποτα

σταθμήσας τὸ ἀπὸ τῆς ἐν Κορίνθῳ Πειρήνης καλουμένης ὕδωρ κουφότερον πάντων εὗρον τῶν κατὰ τὴν Ἑλλάδα, οὐ γὰρ Ἀντιφάνει τῷ κωμικῷ πεπίστευκα λέγοντι κατὰ πολλὰ τὴν ᾽ Ἀττικὴν διαφέρουσαν τῶν ἄλλων καὶ ὕδωρ κάλλιστον ἔχειν, φησὶ γάρ·

οἷα δ’ ἡ χώρα φέρει διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης, τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. β. σῦκα μέν, νὴ τὸν Δία, πάνυ φέρει. α. βοσκήματ᾽, ἔρια, μύρτα, θύμα, πυρούς, ὕδωρ, ὥστε καὶ γνοίην ἂν εὐθὺς Ἀττικὸν πίνων ὕδωρ. τὸ ὕδωρ ποταμοῦ σῶμά φησί που Εὔβουλος ὁ
κωμῳδιοποιὸς εἰρηκέναι Χαιρήμονα τὸν τραγικὸν
ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμεν ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν.
καὶ ἡμῶν δὲ πᾶσα δύναμις ἐξ ὑδάτων ἄρδεται. λ· ἐν Τήνῳ κρήνη ἐστὶν ἧς τῷ ὕδατι οἶνος οὐ μίγνυται. ʽ Ἡρόδοτος δὲ ἐν τετάρτῃ τὸν Ὕπανίν
φησιν ἀπὸ μὲν τῶν πηγῶν φερόμενον ἐπὶ πέντε ἡμέρας βραχὺν εἶναι καὶ γλυκύν, μετὰ δὲ ἄλλων τεσσάρων ἡμερῶν πλόον πικρὸν γίνεσθαι ἐκδιδούσης εἰς αὐτὸν κρήνης τινὸς πικρᾶς. Θεόπομπος δὲ φησι περὶ τὸν Ἐριγῶνα ποταμὸν ὀξὺ εἶναι ὕδωρ καὶ τοὺς πίνοντας αὐτὸ μεθύσκεσθαι καθὰ καὶ τοὺς τὸν οἶνον.

Ἀριστόβουλος δ’ ὁ Κασανδρεύς φησιν ἐν Μιλήτῳ κρήνην εἶναι Ἀχίλλειον καλουμένην, ἧς τὸ μὲν ῥεῦμα εἶναι γλυκύτατον, τὸ δ’ ἐφεστηκὸς ἁλμυρόν ἀφ’ ἧς οἱ Μιλήσιοι περιρράνασθαί φασι τὸν ἥρωα, ὅτε ἀπέκτεινε Τράμβηλον τὸν τῶν Λελέγων βασιλέα, φασὶ δὲ καὶ ὅτι τὸ περὶ Καππαδοκίαν ὕδωρ πολύ τε ὂν καὶ κάλλιστον οὐ σήπεται ἀπόρρυσιν οὐκ ἔχον, πλὴν εἰ μὴ ὑπὸ γῆν ῥέοι. Πτολεμαῖος δὲ ὁ βασιλεὺς ἐν ἑβδόμῳ ὑπομνημάτων

ἐπὶ Κορίνθου προάγουσι, φησίν, ἡμῖν διὰ τῆς Κοντοπορείας καλουμένης κατὰ τὴν ἀκρώρειαν προσβαίνουσιν
εἶναι κρήνην νᾶμα ἀνιεῖσαν χιόνος ψυχρότερον ἐξ ἧς πολλοὺς μὴ πίνειν ἀποπαγήσεσθαι προσδοκῶντας, αὐτὸς δὲ λέγει πεπωκέναι. Φύλαρχος δέ φησιν ἐν Κλείτορι εἶναι κρήνην ἀφ’ ἧς τοὺς πιόντας οὐκ ἀνέχεσθαι τὴν τοῦ οἴνου ὀδμήν. Κλέαρχός φησι τὸ μὲν ὕδωρ ὥσπερ καὶ τὸ γάλα λευκὸν λέγεσθαι, οἶνον δὲ καθάπερ καὶ τὸ νέκταρ ἐρυθρόν, μέλι δὲ καὶ ἔλαιον χλωρόν, τὸ δ’ ἐκ τῶν μόρων θλιβόμενον μέλαν. Εὔβουλος εὑρετικούς φησι τὸ ὕδωρ ποιεῖν τοὺς πίνοντας αὐτὸ μόνον,
τὸν δ’ οἶνον ἡμῶν τῷ φρονεῖν ἐπισκοτεῖν,
τὰ αὐτὰ δ’ ἰαμβεῖα καὶ ᾽ Ὠφελίων φησί.

τοιαῦτα ὥσπερ οἱ ῥήτορες πρὸς ὕδωρ εἰπὼν καὶ βραχὺ ἀναπαυσάμενος αὖθις ἔφη· Ἄμφις ὁ κωμικὸς πού φησιν

ἐνῆν ἄρ᾽, ὡς ἔοικε, κἀν οἴνῳ λόγος· ἔνιοι δ’ ὕδωρ πίνοντὲς εἰσ’ ἀβέλτεροι.
Ἀντιφάνης δέ·
οἴνῳ ---τὸν οἶνον ἐξελαύνειν, σάλπιγγι τὴν σάλπιγγα, τῷ κήρυκι τὸν βοῶντα, κόπῳ κόπον, ψόφῳ ψόφον, τριωβόλῳ δὲ πόρνην, αὐθαδίαν αὐθαδίᾳ, Καλλίστρατον μαγείρῳ, στάσιν στάσει, μάχῃ μάχην, ὑπωπίοις δὲ πύκτην, πόνῳ πόνον, δίκην δίκῃ, γυναικὶ τὴν γυναῖκα.
ὅτι καὶ ἐπὶ τοῦ ὕδατος ἔταττον οἱ παλαιοὶ τὸ ἄκρατον. σώφρων
ὕδωρ ἄκρατον εἰς τὰν κύλικα.

ὅτι Φύλαρχός φησι Θεόδωρον τὸν Λαρισσαῖον ὑδροπότην γενέσθαι, τὸν ἀλλοτρίως ἀεί ποτε πρὸς Ἀντίγονον ἐσχηκότα τὸν βασιλέα, φησὶ δὲ καὶ τοὺς Ἴβηρας πάντας ὑδροποτεῖν καίτοι πλουσιωτάτους ἀνθρώπων ὄντας, μονοσιτεῖν τε αὐτοὺς ἀεὶ λέγει διὰ μικρολογίαν, ἐσθῆτας δὲ φορεῖν πολυτελεστάτας. Ἀριστοτέλης δ’ ἢ Θεόφραστος Φιλῖνόν τινα ἱστορεῖ μήτε ποτῷ χρήσασθαί ποτε μήτε ἐδέσματι ἄλλῳ ἢ μόνῳ γάλακτι πάντα τὸν βίον. Πύθερμος δὲ ἐν τοῖς Πειραιῶς τυραννεύουσι καταγράφει καὶ Γλαύκωνα ὑδροπότην. Ἡγήσανδρος δ’ ὁ Δελφὸς Ἀγχίμολον καὶ Μόσχον φησὶ τοὺς ἐν Ἤλιδι σοφιστεύσαντας ὑδροποτῆσαι πάντα τὸν βίον καὶ μόνα σῦκα προσφερομένους οὐδενὸς ἧττον διακεῖσθαι σώμασιν

ἐρρωμενεστέρους τὸν δ’ ἱδρῶτα αὐτῶν δυσώδη οὕτως ἔχειν ὡς πάντας αὐτοὺς ἐκκλίνειν ἐν τοῖς βαλανείοις. Μᾶτρις δ’ ὁ Θηβαῖος ὃν ἐβίω χρόνον οὐδὲν ἐσιτεῖτο ἢ μυρρίνης ὀλίγον, οἴνου δὲ καὶ τῶν ἄλλων πάντων ἀπείχετο πλὴν ὕδατος, ὑδροπότης δ’ ἦν καὶ Λάμπρος ὁ μουσικός, περὶ οὗ Φρύνιχός φησι·
καὶ νιγλάρους θρηνεῖν, ἐν οἷσι Λάμπρος ἐναπέθνῃσκεν, ἄνθρωπος ὢν ὑδατοπότης, μινυρὸς ὑπερσοφιστής, Μουσῶν σκελετός, ἀηδόνων ἠπίαλος, ὕμνος Ἅιδου.
Μάχων δ’ ὁ κωμικὸς ὑδροπότου Μοσχίωνος μέμνηται.

Ἀριστοτέλης δ’ ἐν τῷ περὶ μέθης φησὶν ὅτι ἁλμυράς τινες προσφερόμενοι τροφὰς ἄδιψοι διέμειναν ὧν ἦν Ἀρχωνίδης ὁ Ἀργεῖος. μάγων δὲ ὁ Καρχηδόνιος τρὶς τὴν ἄνυδρον διῆλθεν ἄλφιτα ξηρὰ σιτούμενος καὶ μὴ πίνων. πολέμων δ’ ὁ Ἀκαδημαικὸς ἀρξάμενος ἀπὸ τριάκοντα ἐτῶν ὑδροπότησε μέχρι θανάτου, ὡς ἔφη Ἀντίγονος ὁ Καρύστιος. Διοκλῆ τε τὸν Πεπαρήθιόν φησι Δημήτριος ὁ Σκήψιος μέχρι τέλους ψυχρὸν ὕδωρ πεπωκέναι. αὐτὸς δὲ περὶ αὑτοῦ μάρτυς ἀξιόχρεως Δημοσθένης ὁ ῥήτωρ φάσκων χρόνον τινὰ ὕδωρ μόνον πεπωκέναι. καὶ Πυθέας γοῦν φησιν

ἀλλὰ τοὺς νῦν δημαγωγοὺς ὁρᾶτε Δημοσθένη καὶ Δημάδην ὡς ἐναντίως τοῖς βίοις διάκεινται. ὁ μὲν γὰρ ὑδροποτῶν καὶ μεριμνῶν τὰς νύκτας,
ὥς φασιν, ὁ δὲ πορνοβοσκῶν καὶ μεθυσκόμενος κατὰ τὴν ἡμέραν ἑκάστην προγάστωρ ἡμῖν ἐν ταῖς ἐκκλησίαις ἀνακαλεῖ.
Εὐφορίων δὲ ὁ Χαλκιδεὺς οὕτω που γράφει·
Λασύρτας ὁ Λασιώνιος οὐδὲν προσεδεῖτο ποτοῦ καθάπερ οἱ ἄλλαι, οὖρον δὲ προίετο καθάπερ πάντες ἄνθρωποι, καὶ πολλοὶ διὰ φιλοτιμίαν ἐπεχείρησαν παρατηρῆσαι καὶ ἀπέστησαν πρὸ τοῦ εὑρεῖν τὸ πραττόμενον. θέρους γὰρ ὥρᾳ καὶ τριακονθήμερον προσεδρεύοντες καὶ οὐδενὸς μὲν ὁρῶντες ἀπεχόμενον ἁλμυροῦ, τὴν κύστιν δ’ αὐτοῦ ἔχοντα συνεπείσθησαν ἀληθεύειν. ἐχρῆτο δὲ καὶ τῷ ποτῷ, ἀλλ’ οὐδὲν ἧττον οὐ προσεδεῖτο τούτου.
.. μεταλλάξαι διάφορα βρώματα ἐσθ’ ἡδύ,
φησὶν Ἀντιφάνης,
καὶ τῶν πολλάκις θρυλουμένων διάμεστον ὄντα τὸ παραγεύσασθαί τινος καινοῦ παρέσχε διπλασίαν τὴν ἡδονήν.

ὁ Περσῶν βασιλεύς, ὥς φησιν ἐν τῇ αʹ Ἡρόδοτος, ὕδωρ ἀπὸ τοῦ Χοάσπεω πιεῖν ἄγεται τοῦ παρὰ Σοῦσα ῥέοντος· τοῦ μόνου πίνει ὁ βασιλεύς, τοῦ δὲ τοιούτου ὕδατος ἀπεψημένου πολλαὶ κάρτα ἅμαξαι τετράκυκλοι ἡμιόνειαι κομίζουσαι ἐν ἀγγείοις ἀργυρέοισιν ἕπονταί οἱ. Κτησίας δὲ ὁ Κνίδιος καὶ ἱστορεῖ ὅπως ἕψεται τὸ βασιλικὸν τοῦτο ὕδωρ καὶ ὅπως ἐναποτιθέμενον τοῖς ἀγγείοις φέρεται τῷ βασιλεῖ, λέγων αὐτὸ καὶ ἐλαφρότατον καὶ ἥδιστον εἶναι. καὶ ὁ τῆς Αἰγύπτου δὲ

βασιλεὺς δεύτερος, ὁ Φιλάδελφος ἐπίκλην, ἐκδοὺς τὴν αὑτοῦ θυγατέρα Βερενίκην Ἀντιόχῳ τῷ Συρίας βασιλεῖ, ἐν ἐπιμελείᾳ εἶχε πέμπειν αὐτῇ τὸ ἀπὸ τοῦ Νείλου ὕδωρ, ἵνα μόνου τούτου τοῦ ποταμοῦ ἡ παῖς πίνῃ, ἱστορεῖ Πολύβιος. Ἡλιόδωρος δέ φησι τὸν Ἐπιφανῆ Ἀντίοχον, ὃν διὰ τὰς πράξεις Πολύβιος Ἐπιμανῆ καλεῖ, τὴν κρήνην τὴν ἐν Ἀντιοχείᾳ κεράσαι οἴνῳ· καθάπερ καὶ τὸν Φρύγα Μίδαν φησὶ Θεόπομπος, ὅτε ἑλεῖν τὸν Σιληνὸν ὑπὸ μέθης ἠθέλησεν. ἐστὶ δὲ ἡ κρήνη, ὥς φησι Βίων, μέση Μαιδῶν καὶ Παιόνων Ἴννα καλουμένη. Στάφυλος δέ φησι τὴν τοῦ οἴνου πρὸς τὸ ὕδωρ κρᾶσιν Μελάμποδα πρῶτον εὑρεῖν. φησὶ δὲ καὶ πεπτικώτερον τοῦ οἴνου τὸ ὕδωρ Πλειστόνικος.

ὅτι τοῖς προπίνουσιν ἐπιτεταμένως οὐκ οἰκείως διατίθεται ὁ στόμαχος, ἀλλὰ μᾶλλον κακοῦται καὶ πολλάκις φθορὰν τῶν ληφθέντων παρασκευάζει. δεῖ οὖν τὸν ὑγιείας ἀντιποιούμενον καὶ συμμέτροις γυμνασίοις χρᾶσθαι διὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ λουτροῖς, ὡς διᾶναί τε τὸ σῶμα καὶ μαλαχθῆναι· μετὰ δὲ ταῦτα προπίνειν ὕδωρ ὡς χρηστότατον, ἐν μὲν χειμῶνι καὶ ἔαρι θερμὸν ὡς μάλιστα, ἐν δὲ τῷ θέρει ψυχρόν, ὡς μὴ προεκλύειν τὸν στόμαχον προπίνειν δὲ σύμμετρον τῷ πλήθει, χάριν τοῦ προαναληφθῆναι τοῦτο εἰς τὴν ἕξιν καὶ μὴ ἀκέραιον ἀναδίδοσθαι τὴν ἀπὸ τοῦ οἴνου δύναμιν μηδὲ τοῖς πέρασι τῶν ἀγγείων προσπίπτουσαν ἐπιδάκνειν. ἐὰν δὲ τις ἡμῶν τοῦτο δυσκόλως

ποιῇ, γλυκὺν ὑδαρῆ θερμὸν προλαμβανέτω, μάλιστα δὲ τὸν καλούμενον πρότροπον τὸν γλυκὺν Λέσβιον ὄντα εὐστόμαχον. καὶ ὁ γλυκάζων δ’ οἶνος οὐ βαρύνει τὴν κεφαλήν, ὡς Ἱπποκράτης ἐν τῷ περὶ διαίτης φησίν, ὅ τινες μὲν ἐπιγράφουσι περὶ ὀξέων νόσων, οἱ δὲ περὶ πτισάνης, ἄλλοι δὲ πρὸς τὰς Κνιδίας γνώμας. λέγει δέ·
ὁ γλυκὺς ἧσσόν ἐστι καρηβαρικὸς τοῦ οἰνώδεος καὶ ἧσσον φρενῶν ἁπτόμενος καὶ διαχωρητικώτερος τοῦ ἑτέρου κατ’ ἔντερον.
οὐ δεῖ δὲ προπίνειν καθὰ τοὺς Καρμανούς φησι Ποσειδώνιος· τούτους γὰρ φιλοφρονουμένους ἐν τοῖς συμποσίοις λύειν τὰς ἐπὶ τῷ προσώπῳ φλέβας καὶ τὸ καταρρέον αἷμα μιγνύντας τῷ πόματι προσφέρεσθαι, τέλος φιλίας νομίζοντας τὸ γεύεσθαι τοῦ ἀλλήλων αἵματος, μετὰ δὲ τὴν προσφορὰν ταύτην συγχρίεσθαι τὴν κεφαλὴν μύρῳ, μάλιστα μὲν ῥοδίνῳ, εἰ δὲ μή, μηλίνῳ, εἰς τὸ ἀποκρούεσθαι τὰ ἀπὸ τοῦ πότου καὶ μὴ βλάπτεσθαι ἀπὸ τῆς τῶν οἴνων ἀναθυμιάσεως· εἰ δὲ μή, ἰρίνῳ ἢ ναρδίνῳ. οὐ κακῶς οὖν Ἄλεξίς φησιν
ἐναλείφεται τὰς ῥῖνας· ὑγιείας μέρος μέγιστον ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν.

ἐκκλίνειν δὲ δεῖ τὰ πάχη τῶν μύρων ὕδωρ τε πίνειν τὸ κατὰ πρόσοψιν λεπτὸν καὶ διαυγές, ὃ δὴ καὶ κατὰ τὸν σταθμόν ἐστι κοῦφον καὶ οὐδὲν ἐν αὑτῷ γεῶδες ἔχει. τὸ δὲ συμμέτρως θερμαινόμενον καὶ ψυχόμενον ὕδωρ χρηστόν ἐστι καὶ εἰς

χάλκεον ἢ ἀργύρεον ἄγγος ἐγχεόμενον οὐ ποιεῖ τὸ ἰῶδες. φησὶ δὲ καὶ Ἱπποκράτης· ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ψυχόμενον ἀεὶ κουφότερον. μοχθηρὰ δ’ ἐστὶ τὰ βραδέως τὰ ὄσπρια τήκοντα. τοιαῦτα δὲ τὰ νιτρώδη καὶ ἁλμυρά, ἐν δὲ τῷ περὶ ὑδάτων Ἱπποκράτης καλεῖ τὸ χρηστὸν ὕδωρ πότιμον. τὰ δὲ τῶν ὑδάτων στάσιμα χαλεπά, ὡς τὰ λιμναῖα καὶ τὰ ἑλώδη. ἐστὶ δὲ καὶ τῶν κρηναίων τὰ πλεῖστα σκληρότερα. Ἐρασίστρατος δέ φησιν ὡς
δοκιμάζουσί τινες τὰ ὕδατα σταθμῷ ἀνεξετάστως. ἰδοὺ γὰρ τοῦ ἐξ Ἀμφιαράου ὕδατος καὶ τοῦ ἐξ Ἐρετρίας συμβαλλομένων, τοῦ μὲν φαύλου τοῦ δὲ χρηστοῦ ὄντος, οὐδ’ ἥτις ἐστὶ διαφορὰ κατὰ τὸν σταθμόν.
Ἱπποκράτης δ’ ἐν τῷ περὶ τόπων ἄριστά φησιν εἶναι τῶν ὑδάτων ὅσα ἐκ μετεώρων χωρίων ῥεῖ καὶ ἐκ λόφων γεηρῶν. ταῦτα γὰρ λευκὰ καὶ γλυκέα καὶ τὸν οἶνον ὀλίγον φέρειν οἷά τέ ἐστι, τόν τε χειμῶνα θερμαίνεται καὶ τὸ θέρος ψυχρὰ ἐστιν. ἐπαινεῖ δὲ μάλιστα ὧν τὰ ῥεύματα πρὸς ἀνατολὴν ἡλίου ἔρρωγε καὶ μάλιστα πρὸς τὰς θερινάς. ἀνάγκη γὰρ λαμπρὰ εἶναι καὶ εὐώδη καὶ κοῦφα. Διοκλῆς δέ φησι τὸ ὕδωρ πεπτικὸν εἶναι καὶ ἄφυσον ψυκτικόν τε μετρίως ὀξυδερκές τε καὶ ἥκιστα καρηβαρικὸν κινητικόν τε ψυχῆς καὶ σώματος. Πραξαγόρας τε ταὐτά φησι· ἐπαινεῖ δὲ τὸ ὄμβριον, Εὐήνωρ δὲ τὰ λακκαῖα· χρηστότερόν τε εἶναι φάσκει τὸ ἐξ Ἀμφιαράου συμβαλλόμενον τῷ ἐν Ἐρετρίᾳ.

ὅτι δὲ τὸ ὕδωρ ὁμολογουμένως ἐστὶ τρόφιμον δῆλον ἐκ τοῦ τρέφεσθαί τινα ἐξ αὐτοῦ μόνου τῶν ζῴων, ὥσπερ τοὺς τέττιγας. πολλὰ δὲ καὶ τῶν ἄλλων ὑγρῶν ἐστι τρόφιμα, οἷον γάλα, πτισάνη, οἶνος. τὰ γοῦν ὑποτίτθια γάλακτι διαρκεῖται, καὶ πολλὰ δὲ ἔθνη γαλακτοποτοῦντα ζῇ. Δημόκριτον δὲ τὸν Ἀβδηρίτην λόγος ἔχει διὰ γῆρας ἐξάξαι αὑτὸν διεγνωκότα τοῦ ζῆν καὶ ὑφαιροῦντα τῆς τροφῆς καθ’ ἑκάστην ἡμέραν, ἐπεὶ αἱ τῶν Θεσμοφορίων ἡμέραι ἐνέστησαν, δεηθεισῶν τῶν οἰκείων γυναικῶν μὴ ἀποθανεῖν κατὰ τὴν πανήγυριν, ὅπως ἑορτάσωσι, πεισθῆναι κελεύσαντα μέλιτος ἀγγεῖον αὑτῷ πλησίον παρατεθῆναι, καὶ διαζῆσαι ἡμέρας ἱκανὰς τὸν ἄνδρα, τῇ ἀπὸ τοῦ μέλιτος ἀναφορᾷ μόνῃ χρώμενον, καὶ μετὰ τὰς ἡμέρας βασταχθέντος τοῦ μέλιτος ἀποθανεῖν. ἔχαιρε δὲ ὁ Δημόκριτος ἀεὶ τῷ μέλιτι· καὶ πρὸς τὸν πυθόμενον πῶς ἂν ὑγιῶς τις διάγοι, ἔφη εἰ τὰ μὲν ἐντὸς μέλιτι βρέχοι, τὰ δ’ ἐκτὸς ἐλαίῳ. καὶ τῶν Πυθαγορικῶν δὲ τροφὴ ἦν ἄρτος μετὰ μέλιτος, ὥς φησιν Ἀριστόξενος, τοὺς προσφερομένους αὐτὰ ἀεὶ ἐπ’ ἀρίστῳ λέγων ἀνόσους διατελεῖν. λύκος δὲ πολυχρονίους φησὶν εἶναι τοὺς Κυρνίους οἰκοῦσι δ’ οὗτοι περὶ Σαρδόνα διὰ τὸ μέλιτι ἀεὶ χρῆσθαι· πλεῖστον δὲ τοῦτο γίνεται παρ’ αὐτοῖς.